no image
DDbDP-text
Receipt via HGV-meta
Linked by Trismegistos ID
TM 16591.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουίων Κωνσταντίνου καὶ Ῥούφου τῶν λαμπροτάτων· Παῦνι ια· Λευκαδίῳ τῷ αἰδεσίμῳ πολιτευομένῳ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιοι Ἀβραὰμ Μαρτυρίου καὶ Σερῆνος Φοιβάμμωνος καὶ Ἀπφοῦς Διδύμου καὶ Ἰωάννης Κορνηλίου καὶ Σαμουῆλ Φοιβάμμωνος οἱ πάντες σιδηροχαλκεῖς ἀπὸ τῆς αὐτῆς πόλεως· κυρίου καὶ βεβαίου ὄντος τοῦ ἄλλου προτέρου ἡμῶν ἐνταγίου τῇ πίστει αὐτοῦ ἀκολούθως ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης καὶ νῦν ἐσχηκέναι καὶ ὑποδεδέχθαι ἡμᾶς παρὰ τῆς σῆς ἀρετῆς ὑπὲρ τιμῆς ἥλων καὶ ἄλλης ἐπιχρείας δοθέντων εἰς τὸ δημόσιον λουτρὸν τὸ σὺν θεῷ γενόμενον χρυσοῦ νομισμάτια δύο καὶ πρὸς ἀσφάλειαν τῆς ὑποδοχῆς τῶν αὐτῶν δύο νομισμάτίων καὶ τοῦτο ἐθέμεθα τὸ ἐντάγιον κύριον ὂν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν· Αὐρήλιοι Ἀβραὰμ Μαρτυρίου καὶ Σερῆνος Φοιβάμ μωνος καὶ Ἀπφοῦς Διδύμου καὶ Ἰωάννης Κορνηλίου καὶ Σαμουῆλ Φοιβάμμωνος οἱ προκίμενοι πεποιήμεθα τὸ ἐντάγιονἐντάγιων ὑποδεξάμενοι καὶ νῦν τὰ δ ἔργου τοῦ δημοσίου λουτροῦλυτροῦ καὶ συμφωνεῖσυμφωνῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμενα ὡς πρόκιται. Αὐρήλιος Ἑρμῖνος Ἀλυπίου ἔγραψα ὑπὲρ αὐτῶν παρόντων γράμματα μὴ εἰδότων. διʼ ἐμοῦ συμβολαιογράφου ἐγράφη ἐντάγιον Αὐρηλίων Ἀβρααμίου καὶ Σερήνου καὶ Ἀπφοῦ καὶ Ἰωάννου καὶ Σαμουηλίου σιδηροχαλκῶν ἀπὸ τῆς Ὀξυρυγχιτῶν χρυσοῦ νομισμάτια β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.