no image
DDbDP-text
Claim of Ownership via HGV-meta
Linked by Trismegistos ID
TM 20413.
Each record below describes this same ancient text from a different angle.
παρετέθη. Δημητρίωι καὶ Ἀπολλωνίωι καὶ Διογένει βιβλιοφύλαξι παρὰ Λεωνίδου Διοδώρου τοῦ Διοδώρου μητρὸς Σαραεῦτος Λεω νίδου ἀπὸ Ὀξυρύγχων πόλεως. καθʼ ἣν οἱ γονεῖς μου Διόδωρος Διο δώρου τοῦ Ἀγαθείνου καὶ Σαραεῦςσαρευς Λεωνίδου τοῦ Ἀλεξάνδρου μη τρὸς Ἰσιδώρας Κάλα ἀπὸ τῆς αὐτῆς πόλεως πεποίηνται πρὸς ἀλ λήλους τοῦ γάμου συγγραφὴν διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανο μείουἀγορανομίου τῷ δωδεκάτῳ ἔτει θεοῦ Κλαυδίου μηνὶ Σεβαστῷ κατέσ χον τῇ ἐξ ἀλλήλων γενεᾷ τὰ ἑαυτῶν πάντα πρὸς τὸ μετὰ τὴν τελευτὴν αὐτῶν βεβαίως καὶ ἀναφαιρέτως εἶναι τῶν τέκνων, ἐπεὶ δὲ ὁ πατὴρ ἐτελεύτησεν ἐπʼ ἐ μοὶ καὶ ἀδελφοῖς μου Διοδώρῳ καὶ Θαίδι καὶ τὰ αὐτοῦ εἰς ἡμᾶς κατήντησε, ἡ δὲ μήτηρ ἀφʼ ὧν ἔχει περὶ μὲν Νέσλα ἀρουρῶν ἐννέα ἡμίσους περὶ δὲ περὶ δὲ Πεεννὼ ἐκ τῆς Θρασυμάχου παρ ειμένης ἀρουρῶν δύο ἡμίσους τῶν ἐπὶ τὸ αὐτὸ ἀρουρῶν δεκα δύο ἐμέρισε τοῖς προγεγραμμέ νοις μου ἀδελφοῖς ἀπὸ τῶν πε ρὶ Νέσλα ἑκατέρῳ ἀρούρας τέσσα ρας διὰ τῆς περὶ γάμου αὐτοῦ συγγρα φῆς αἵ εἰσι τὸ τρίτον τῶν προκειμέ νων ἀρουρῶν δεκαδύο , ἀπογρά φομαι καὶ αὐτὸς πρὸς παράθεσιν κατοχὴν τῶν λοιπῶν τῆς μη τρὸς ἀρουρῶν τεσσάρων . ἡ δὲ προ κειμένη τῶν γονέων μου συγγρα φή ἐστιν ἔνθεσμος καὶ ἀπερί λυτος εἰς τὴν ἐνεστῶσαν ἡμέραν. ἔτους α Αὐτοκράτορος Νερούα Καίσαρος Σεβαστοῦ Φαμενὼθ ιθ. Δημήτριος σεσημείωμαι. ἔτους πρώτου Αὐτοκράτορος Νερούα Καίσαρος Σεβαστοῦ Φαμενὼθ ιθ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.