no image
DDbDP-text
Letter to the Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 20735.
Each record below describes this same ancient text from a different angle.
Θέωνι στρατηγῶι παρὰ Ἀπίας Ὡρίωνος τοῦ Ἄπειτος μητρὸς Ταρεοῦτος ἀπʼ Ὀξυρύγχων πό λεως, μετὰ κυρίου τοῦ ἀνδρὸς Πασίω νος Παυσείριος μητρὸς Τσεεῖ Καλλίου ἀπὸ τῆς αὐτῆς πόλεως. ὁ σημαινόμε νός μου πατὴρ Ὡρίων Ἄπειτος τοῦ Ὥρου μητρὸς Ταέρσεως ἀναγραφόμενος ἐπὶ κώμης Βερενεικίδος τοῦ Ἀρσι νοείτου κατά τινα ἐμπορίαν πρὸς καιρὸν παρατυγχάνων εἰς κώ μην Νεμέρας τοῦ Ὀξυρυγχείτου, ὅπουσπου σὺν τῷ ἀνδρὶ καταμένω, καὶ ἔχων ὑφʼ ἑαυτὸν πρὸς οἴκησινπροσοίκησιν εἰςἰς τὴν ἐμὴν χρείαν τόπους τρεῖς τῆς ὑπαρχούσης μοι ἐν τῇ αὐτῇ Νεμερῶν ἐν τοῖς ἀπὸ βορρᾶ μέρε σι ταύτης οἰκίας, τήν τε οὖσαν ἐξέ δραν καὶ ὑπερῴους δύο συμπόσι ον καὶ κοιτῶνα, νοσήσας ἐπισφα λῶς ἔχει. οὐκ οὖσα δὲ προαιρέσεως προσέρχεσθαι τῇ τούτου κληρο νομίᾳ ἀναγκαίως ἐντεῦθεν δη λῶ σοι ὅπως κελεύσῃ τὸ ἀκόλου θον γενέσθαι, πρὸς τὸ μετὰ τελευ τὴν αὐτοῦ ἀνεύθυνόν με εἶναι. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων, Παῦνι θ. Ἀπία Ὡρίωνος ἐπιδέ δωκα. Πασίων Παυσίριος ἐπιγέ γραμμαι τῆς γυναικός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίαςεἰδυίης γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.