no image
DDbDP-text
Notice of Birth via HGV-meta
Linked by Trismegistos ID
TM 22245.
Each record below describes this same ancient text from a different angle.
Θέωνι γραμματεῖ πόλεως παρὰ Πετεσούχου Χαιρήμονος τοῦ Πε τεσούχου μητρὸς Ταυσίριος καὶ τῆς γυναι κὸς Βέρειτος τῆς καὶ Δημητρίας Ἀπολ λωνίου τοῦ Θεοξένου μητρὸς Βέρειτος οὔ σης ὁμογνησίας ἀδελφῆς τοῦ ἀνδρὸς Ἀπολ λωνίου μετὰ κυρίου τοῦ ὁμογνησίου ἀδελφοῦ Ἀγήνορος τοῦ καὶ Θεοξένου καὶ παρὰ Ταύ ριος Παυσιρίωνος τοῦ Δημᾶτος μητρὸς Τα αρμιύσιος μετὰ κυρίου τοῦ πατρὸς Παυσιρί ωνος Δημᾶτος μητρὸς Ερος πάν των ἀπʼ Ὀξυρύγχων πόλεως. βουλόμεθα ἀπὸ τοῦ νῦν ἀναγραφῆναι ἐπὶ τοῦ ὑπάρ χοντος τῇ Ταύρει ἐπʼ ἀμφόδου Μητρῴου πρότερον Διογένους Διογένους τοῦ Ἰσχυρίωνος τρίτου μέρους οἰκίας τὸν τοῦ Πετεσού χου καὶ τῆς Βέρειτος υἱὸν Θέωνα ὄντα εἰς τὸ ἐνεστὸς ια ἔτος ἐτῶν τεσσάρων δωδεκάδραχμον ἀπὸ γυμνασίου. διὸ ἐπιδίδομεν τὸ ὑπόμνημα ὡς καθήκει. ἔτους ια Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Μεσορὴ λ Πετσοῦχος Χαι ρήμωνος ἐπιδέδωκα τὴν ἀπογραφὴν τοῦ υἱ οῦ μου Θέωνος ὡς πρόκει ται. Βέρις ἡ καὶ Δημητρία Ἀπολ λωνίου συνεπιδέδωκα τὴν ἀπογραφὴν τοῦ υἱοῦ μου Θέω νος ὡς πρόκειται. Ἀγήνωρ ὁ καὶ Θεώξενος ἐπιγέγραμμαι τῆς ὁμογνησίας μου ἀδελφῆς κύρι ος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Ταῦρις Παυσιρίωνος συνεπιδέ δωκα. Παυσιρίων Δημᾶ τος ς ἐπιγέγραμμαιἐπιγέγραμαι τῆς θυγατρός μου κύριοςκῦρις καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίαςεἰδυίης γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.