no image
DDbDP-text
Cancellation of a συγχώρησις of Loan via HGV-meta
Linked by Trismegistos ID
TM 17006.
Each record below describes this same ancient text from a different angle.
ἀρχιδικαστῇ καὶ πρὸς τῆι ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Τιβερίων Κλαυδίων Βίωνος υἱῶν Κύρεινα Δημητρίου καὶ Ἰσι δώρου Δημητρίου καὶ Ἰσιδώρου ἀμφοτέρων Βίωνος Δημητρίου ἱερέως καὶ γυμνασιάρχου καὶ τῶν ἐν τῷ Μουσείῳ σιτουμένων ἀτελῶν καὶ παρὰ Χαιρήμονος τοῦ Ἀλε συνχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε ὥστε ἐπεὶ ἀπεσχήκασι ὅ τε Δημήτριος καὶ ὁ Ἰσίδωρος παρὰ τοῦ Χαιρή μονος καὶ διʼ αὐτοῦ Χαιρήμονος καὶ διʼ ἑτέρων κατά τε τὰς προ τέρας διαγραφὰς τῆς Ναρκίσσου τοῦ Ἀρχίου κολλυβιστικῆς τρα πέζης καὶ τὰς τῆς αὐτῶν Δημητρίου καὶ Ἰσιδώρου τραπέζης διαγραφὰς καὶ κατὰ τὴν νυνὶνυνεὶ γεγονυῖαν ὑπʼ αὐτοῦ Χαιρήμονος διὰ τῆς προγεγραμμένης Ναρκίσσου κολλυβιστικῆς τραπέζης τετελειωμένην διαγραφὴν ἃ ἐδάνεισαν αὐτῶι Χαιρήμονι κατὰ συνχώρησιν διὰ τοῦ καταλογείου τῷ Φαρμοῦθι τοῦ ὀγ δόου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀργυρίου τάλαντα δέκα τρία καὶ τοὺς τόκους, εἶναι ἄκυρον τὴν τοῦ δανείου συνχώρησιν σὺν τῇ πρὸς αὐτὴν γεγονυίᾳ διὰ τὴς προκειμένης Ναρκίσσου κολλυβιστικῆς τραπέζης διαγραφῆι καὶ μὴ ἐπιπορεύεσθαι τὸν Δημήτριον μηδὲ τὸν Ἰσίδωρον μηδʼ ἄλλον μηδένα ὑπὲρ αὐτῶν ἐπὶ τὸν Χαι ρήμονα περὶ τοῦ προκειμένου δανείου καὶ τῶν τόκων μη δὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέραςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.