no image
DDbDP-text
Contract of Loan via HGV-meta
Linked by Trismegistos ID
TM 21872.
Each record below describes this same ancient text from a different angle.
ὀφείλημα. κόλλημα γ. Πάλλαντι ἱερεῖ καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Μάρκου Λογγείνου καστρησίουΚαστρησίου ἀπολελυμένων ἐντίμωςἐτείμωςετεως καὶ παρὰ Τετε- ώριοςτετεωρις τῆς Πος Περσίνης μετὰ κυρίου τοῦ υἱοῦ ἀμφοτέρων τῶν ἀπὸ τῆς μητροπό- λεως τοῦ Ὀξυρυγχίτου. συγχωρεῖ ἡ Τετεῶρις ἔχειν παρὰ τοῦ Μάρκου Λογ- γείνου καστρησίουΚαστρησίου δάνειον διὰ χειρὸς ἀργυρίου Σεβαστοῦ νομίσματος δρα- χμὰς τριάκοντα ὀκτὼ τόκων δρα- χμιαίων ἑκάστης μνᾶς κατὰ μῆνα, οὓςὁν καὶ εὐτακτήσειν ταύτην τῷ Μάρκῳ Λογγείνῳ καστρησίῳΚαστρησίῳ, τὸ δὲ κεφάλαιον ἐπάναγκον ἀποδώσειν ἐν μησὶν τέσσαρσιν ἀπὸ Τῦβι τοῦ ἐνεστῶτος πρώτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ ἀνυπερθέτως, ἢ εἶναι αὐτὴν ἀγωγί- μην καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖ- σαι τῷ Μάρκῳ Λογγείνῳ καστρησίῳΚαστρησίῳ παραχρῆμα τὸ μὲν δάνειον τὰς τοῦ ἀργυρίου δραχμὰς τριάκοντα ὀκτὼ σὺν ἡμιολίᾳ τοὺς δὲ τόκους καὶ τοῦ ὑπερπεσόντος χρόνου τοὺς ἴ- σους, τῆς πράξεως οὔσης τῷ Μάρκῳ Λογγείνῳ καστρησίῳΚαστρησίῳ παρά τε τῆς Τετεώριος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάν- των αὐτῇ πάντων καθάπερ ἐκἐγ δίκης. ἔτους α Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Τῦβι ε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.