no image
DDbDP-text
Petition to an Archidicastes via HGV-meta
Linked by Trismegistos ID
TM 15628.
Each record below describes this same ancient text from a different angle.
Ἀντωνείνῳ ἱερεῖ καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρημα τιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Θέωνος τοῦ Διονυσίου τῶν ἀπὸ Ὀξυρύγχων πόλεως τοῦ Ὀξυρυγχείτου. τοῖς ἔμπροσθεν χρόνοις προεικάμην τῷ τοῦ ἀδελφοῦ μου Σαραπίωνος υἱῷ Φανίᾳ χειρόγραφον ἐνγύης ὧν εἶχεν ἡ ἀδελφὴ αὐτοῦ Δημητρία χρυσίου μναιαίων εἴκοσι . μετὰ δὲ ταῦτα γενομένης τῷ τε Φανίᾳ καὶ τῇ Δημητρίᾳ ἐπὶ πάροντί μοι ἐπὶ ουπίου Κάρου τοῦ γενομένου δικαιοδότου ἀμφισβητήσεως, τοῦ μὲν Φανίου μετερχομένου τὴν Δη μητρίαν τα προκείμενα χρυσίου μναιαῖα εἴκοσι , τῆς δὲ Δημητρί ας ὡσαύτως μετερχομένης τὸν Φανίαν ἀργυρίου δραχμὰς τρισχιλίας ἑξακοσίας νοκα κατείχετο παρʼ ἑαυτῇ μέχρι τῆς τοῦ δανείου κομιδῆς, ἀποπεφηνότος τοῦ Κάρου ἀκολούθως τοῖς γενομένοις ὑπʼ αὐτοῦ ὑπομνηματισμοῖς κατέχεσ θαι ὑπὸ τῆς Δημητρίας μέχρι τῆς τοῦ δανείου ἀργυρίου δρα χμῶν τρισχιλίωντρισχειλίων ἑξακοσίων κομιδῆς τὰ σημαινόμε να χρυσία. ἀπηλλαγμένου δέ μου ἀπὸ τῶν τοῦ Κάρου ὑπομνη ματισμῶν τῆς ἐνγύης ὁ Φανίας τινί ποτε τῶν τρόπων ἐνεχθεὶς τετόλμηκεν δημοσιῶσαι ὃ εἶχέν μου τῆς τῶν χρυσίων ἐνγύης χειρόγραφον. ἐπεγνωκώς τε τὸν Φανί αν καὶ τὴν Δημητρίαν προεῖσθα ἑαυτοῖς τῷ Παῦνι μηνὶ τοῦ διεληλυθότος ἔτους χειρόγραφα ὁμολογούντων αὐ τῶν ἀπεσχηκέναι, τοῦ μὲν Φανίου παρὰ τῆς Δημητρίας τὰ τοῦ χρυσίου μναιαῖα εἴκοσι , τῆς δὲ Δημητρίας παρὰ τοῦ Φα νίου τὰς τοῦ ἀργυρίου δραχμὰς τρισχιλίας ἑξακοσίας κατὰ τὸ ἀναγκαῖον καταφεύγω ἐπὶ σὲ τὸν κύριον καὶ ἀξιῶ συντάξαι γρά ψαι τῷ τοῦ Ὀξυρυνχείτου στρατηγῷ μεταδοῦναι τῶι Φανίᾳ τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον ὅπως εἰδῇ μηδέ να αὐτῷ καταλείπεσθαι λόγον περὶ τούτου μήτε περὶ τῆς τῶν μναιαίων κομιδῆς ἵνʼ ὦ εὐεργετημένος. ως ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. ἔτους ΔομιτιανοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.