no image
DDbDP-text
Denial of a Money Claim via HGV-meta
Linked by Trismegistos ID
TM 20728.
Each record below describes this same ancient text from a different angle.
ἀπʼἀπὸ τῆς Ὀξυρύγχων πόλεως ἐπεὶ μετέδωκέ μοι Θέων Παυσείριος τῶν ἀπὸ τῆς αὐτῆς π Ὀξυρύγχων πόλεως διὰ τοῦ τοῦ νομοῦ στρατηγοῦ ἀντίγραφον οὗ οὐ δεόν τως ἐτελείωσεν τῷ καταλογείῳ ὑπομνή ματος, διʼ οὗ ἀπαίτησιν ἐποιεῖτο ὧν ἔφασκεν ὀφείλεσθαι αὐτῷ ὑπό τε τοῦ τοῦ ἀφήλικός μου υἱοῦ Σαραπίωνος κατὰ μητέρα πάππου Σαραπίωνος καὶ ἀδελφοῦ αὐτοῦ Διονυσίου ἔτι ἀπὸ τῶν ἔνπροσ θεν χρόνων ἀργυρικῶνἀργυρικο͂ν κεφαλαίωνκεφαλαίον, ποιοῦμαι τὴν δέουσανδαίουσαν ἀντίρρησινἀντίρησιν δηλῶν ὑπονοεῖν περιλελύ σθαι ἣν θέλει γεγονέναι τοῦ δανείου ἀσφάλειαν ἔκ τε τοῦ πολυχρόνιον εἶναι καὶ ἐκ τοῦ ἐπεζηκέναι τὸν Σαραπίωνα ἔτεσιν δυσὶνδυσεὶν καὶ μετὰ τελευτὴν αὐτοῦ μὲν θυγατέρα ἐμοῦ δὲ γενομένην γυ ναῖκα καὶ τοῦ ἀφήλικος Σαραπίωνος μητέρα Εὐβου λίαν ὁμοίως ἐπεζηκέναι ἔτεσινἔτεσειν ἕνδεκα καὶ μετὰ τὴν καὶ ἐκείνηςκἀκεἰνης τελευτὴν διαγεγονέ ναι ἄλλα ἔτη πέντε καὶ μὴ τεθαρρηκέναιτεθαρρηκαίναι τὸν Θέωνα προελθεῖν, ἔτι δὲ καὶ τὴν Εὐβουλίαν ἡνίκα περιῆνπεριη πεπρακέναιπεπρακείναι τῷ προγεγραμμέ νῳ τοῦ Σαραπίωνος ἀδελφῷ Διονυσίῳ ὑπάρ χοντα τοῦ Σαραπίωνος ἀργυρίου ταλάντων ἓξ καὶ πρὸς ἐπὶ τῷ αὐτὸν ἀποδοῦναιἀποδο͂ναι τοῖς τοῦ Σαραπίωνος δανεισταῖςδανισταῖς τὰ ὑπὸ αὐτοῦ ὀφειλόμε να, ὄντα δὲ τὸν Θέωνα τοῦ Σαραπίωνος ἑτέρων κεφαλαίων δανειστὴνδανιστὴν ἐκεῖναἐκῖνα μὲν κεκομίσθαι παρὰ τοῦ Διονυσίου, τούτου δὲ μήδʼμήθʼ ὅλως μεμνῆ σθαι. ὅθεν ἀξιῶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυγ χείτου στρατηγῷ μεταδοῦναι τῷ Θέωνι τοῦ δε τοῦ ὑπομνήματος ἀντίγραφον ἵνʼ εἰδῇἰδῇ ἄκυρον καθεστὸςμεθεστος ὃ οὐ δεόντως μετέδωκέμετέδοκέ μοι διαστολικόν, σὺν οἷς ἐὰν βιβλιομαχήσῃ προσμεταδῷπροσμεταδοι, μένουσανπροσμεταδοῖμεν, οὖσαν δʼ ἐμοὶ τὴν πρὸς αὐ τὸν κρίσιν ἐφʼ ὧν δέον ἐστίν, ἀρκουμένου μου τῇδε τῇ διαστολῇ ὡς καθήκει. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Ἐπεὶφ α. σεσημείωμαι Ἐπεὶφ α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.