no image
DDbDP-text
Repayment of a Loan via HGV-meta
Linked by Trismegistos ID
TM 20757.
Each record below describes this same ancient text from a different angle.
αλ δ. Χαιρήμων Θέωνος τοῦ Θέωνος μητρὸς Τοτοεῦτος ἀπʼ Ὀξυρύγχων πόλεως Ἀρχίᾳ ἀπελευ θέρῳ Ἀμοιτᾶτος Ζωίλου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἀπέχειν παρὰ σοῦ διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου Ἡρακλεί δου καὶ μετόχων τραπέζης ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα ὀκτὼ , λοιπὰς ὀφειλομένας μοι ὑπὸ σοῦ ἀφʼ ὧν ἐδάνεισάἐδάνισά σοι κατὰ χειρόγραφον διὰ τῆς αὐτῆς τραπέζης τῷ Ἀθὺρ μηνὶ τοῦ δευτέρου καὶ εἰκοστοῦἰκοστοῦ ἔτους θεοῦ Ἁδριανοῦ, ὃ ἔστι πρῶτον ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, ἀργυρίου δραχμῶν ἑπτακοσίων κεφαλαίου ἐν καταβολῇ μηνῶν πεν τήκοντα ἀπὸ μηνὸς Ἁδριανοῦ τοῦ αὐτοῦ ἔτους, ὡς τοῦ μηνὸς δραχμῶν δέκα πέντε , μεθʼ ἃς ἀπὸ τῶν αὐτῶν δραχμῶν ἑπτα κοσίων παρέσχον παρὰ σοῦ, καθʼ ἣν ἐξεδό μην σοι διὰ τῆς αὐτῆς τραπέζης ἀποχὴν τῷ Ἀθὺρ μηνὶ τοῦ διελθόντος τετάρτου ἔτους, δραχμὰς πεντακοσίας τριάκοντα δύο κ ανSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.