no image
DDbDP-text
Receipt for Rent via HGV-meta
Linked by Trismegistos ID
TM 21633.
Each record below describes this same ancient text from a different angle.
Διονύσιος Διογένεους τοῦ Θέωνος Εἰρηνοφυλάκιος ὁ καὶ Ἀλθαιεὺς Ἀττίωι Ἀττίου τοῦ καὶ Ἀπολλωνίου ἀπ̓ Ὀξυρύγχων πόλεως χαίρειν. ἀπέχω παρὰ σοῦ τὸ ἐπιβάλλον συοι ἥμισυ μέρος τοῦ τοῦ διελθόν τος δωδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀργυρικοῦ φόρου ὧν ἐγεώργησας σὺν Ἀπολλωνίου ῳ Ἐπαφροδίτου κατὰ μίσθωσιν πρότερον Διονυσίας Ἡρακλείδου καὶ τοῦ πατρὸς αὐτῆς περὶ Παῶμιν ἀ ρουρῶν πεντήκοντα καὶ τῆς πλείων ἐκ γεωμε τρίας εὑρεθείσης ἀρούρης μιᾶς τετάρτου ὀγδόου ἀγορασθεισῶν ὑπ̓ ἐμοῦ ὁμοῦ ἑτέραις ἀρούραις παρὰ τῶν προγεγραμμένων, ἔτι δὲ καὶ τὸ κατὰ σὲ ἥμι συ μέρος τῶν διὰ τῆς μισθώσεως σπονδῆς ὀκτώ , τοῦ δὲ ὅλου φόρου ὄντος ὡς τῆς ἀρούρης δραχμῶν εἴκοσι ὀκτώ , καὶ οὐδέν σοι ἐγκαλῶ περὶ οὐδενὸς ἁ πλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας. κυρία ἡ ἰδιό γραφός μου τοῦ Διονυσίου ἀποχή. ἔτους τρισκαιδε κάτου Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαῶφι τριακάδι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.