no image
DDbDP-text
Rückzahlung einer Schuld, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18618.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Ἰσιδώρας τῆς Ἀπολλωνίου μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἰσιδώρου τοῦ Ἰσιδώρου καὶ παρὰ Ἑρμίου τοῦ Ἑρμίου Ἀλθαιέως. συνχωρεῖ ἡ Ἰσιδώρα ἀπεσχηκέναι παρὰ τοῦ Ἑρμίου διὰ χειρὸς ἔξ οἴκου ἃς ἐδάνεισεν αὐτῷ κατὰ συνχώρησιν διὰ τοῦ αὐτοῦ κριτηρίου τῷ η ἔτει Καίσαρος Φαρμοῦθι ἀργυρίου Πτολεμαικοῦ δραχμὰς σκ καὶ τοὺς τούτων τόκους καὶ εἶναι ἄκυρον τὴν τοῦ δανείου συγχώρησιν σὺν τῇ η σημανθείσῃ σὺν τῇ κατὰ τὴν ἠκυρωμένην ἑτέρᾳ σὺν ταῖς κατὰ τὴν ἠκυρωμένην γενηθείσαις δανειστικῇ συγχωρήσει διαγραφαῖς καὶ μηδεμίαν τῇ Ἰσιδώρᾳ καταλείπεσθαι ἔφοδον ἐπὶ τὸν Ἑρμίαν μήτε περὶ τῶν αὐτῶν μήτε περὶ ἄλλου μηδενὸς καθόλου ἐγγράπτου ἢ ἀγράφου τῶν ἀπὸ τῶν ἐπάνω χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας η ἐνέχεσθαι αὐτὴν παραχρῆμα τοῖς τε βλάβεσι καὶ δαπανήμασι καὶ τῷ ὡρισμένῳ προστίμῳ. ἀνακεκόμισται δὲ Ἑρμίας παρὰ τῆς Ἰσιδώρας ἃς ἔδωκεν αὐτῇ ἐν ὑπαλλάγματι ἀσφαλείας δύο κατὰ τοῦ ὑπάρχοντος αὐτῷ ἐν τῇ τετραγώνῳ στοᾷ οἰκητηρίου πρότερον ὄντος τρα πέζηςτραππέζης, ἐφʼ ὧι ὁμοίως μὴ ἐπελεύσεσθαι τὴν Ἰσιδώραν κατὰ μηδένα τρόπον. ἔτους ιη Καίσαρος Μεχεὶρ λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.