no image
DDbDP-text
Sale of a Slave via HGV-meta
Linked by Trismegistos ID
TM 20534.
Each record below describes this same ancient text from a different angle.
τοῖς ἀγορανόμοις εν παρὰ Βάκχης τῆς Ἕρμωνος ἀστῆς μετὰ κυρίου Διογνήτου τοῦ Διονυσίου Ἐπιφανείου. ὀμνύω Αὐτοκράτορα Καίσαρα Οὐεσπασιανὸν Σεβαστὸν πεπρακέναι Ἡλιοδώρᾳ μη τρὸς Ἡλιοδώρας μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀπολλωνίου τοῦ Διονυσίου τοῦ Διονυσίου τοῦ καὶ Διδύμου τὴν ὑπάρχουσάν μοι δούλην Σαραποῦν ὡς ἐτῶν ὀκτὼ ἀσυκο φάντητον πλὴν ἱερᾶς νόσου καὶ ἐπα φῆς, εἶναί τε ἐμοῦ καὶ μήτε ὑποκεῖσ θαι μηδὲ ἑτέροις ἐξηλλοτριῶσθαι κατὰ μηδένα τρόπον, ἀπέχειν δέ με τὴν τιμὴντειμὴν ἀργυρίου δραχμὰς ἑξακοσίας τεσσαράκοντα , καὶ βεβαιώ σειν. εὐορκούσῃ μέν μοι εὖ εἴη, ἐ πιορκούσῃ δὲ τὰ ἐναντία. Διόγνη τος Διονυσίου Ἐπιφάνειος ἐπιγέ γραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, Φαρμοῦθι κϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.