no image
DDbDP-text
Complaint of Theft via HGV-meta
Linked by Trismegistos ID
TM 21772.
Each record below describes this same ancient text from a different angle.
μετὰ κυρίου Σαραπίωνος ἀπὸ τῆς αὐτῆς πόλεως. ην ἡμετέραν ον ἀπέκλεισα τὴν θύραν τῆς οἰκίας μου καὶ τὴν τοῦ πεσσοῦ θύ ραν, καὶ ἐπανελθοῦσα εὗρον ὃ εἶχον ἐν τῷ πεσσῷ πανάριον ἐξηλωμένον βαστα χθέντων ἀπʼ αὐτοῦ κλαλίων χρυσῶν δύο ὁλκῆς μναιαίων τεσσάρων καὶ Βήσι ος χρυσοῦ καὶ κλαλίων ἀργυρῶν μεγά λων δύο καὶ τὴν τοῦ πεσσοῦ θύραν ἐπηρ μένην. ὑπόνοιαν οὖν ἔχουσα κατὰ τῶν γειτόνων μου Ἡρᾶτος Καλάθου γερδίου καὶ τῶν σὺν αὐτῷ ἐργαζομένων διὰ τὸ εὐυπέρβατον εἶναι τὴν οἰκίαν μου ἀπὸ τῆς τοῦ Ἡρᾶτος οἰκίας ἐπιδίδωμι τὸ ἀναφόριον καὶ ἀξιῶ, ἐὰν δόξῃ σοι, πα ραγενέσθαι ἐπὶ τὴν αὐτοψίαν καὶ ἀχθῆ ναι ἐπὶ σὲ τὸν Ἡρᾶν καὶ τοὺς σὺν αὐτῷ οὓς αὐτὸς ὀνομάσει καὶ τὴν δέουσαν ἐξέ τασιν γενέσθαι, ἵνα δυνηθῶ τῇ σῇ βοη θείᾳ ἀνευρεῖν τὰ ἡμέτερα. ἔτους η Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἁθὺρ ιδ. Διεμοῦς Κολλούθου ἐπιδέδωκα. Σαραπίων ἔγραψα ὑπὲρ αὐτῆςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.