no image
DDbDP-text
Τιβέριος Κλαύδιος Σερῆνος ὁ καὶ Σαραπί ων τῷ δεῖνι Ἡρακλᾶτος ἀπὸ Ὀξυρύγχων πόλεως χαίρειν. ὁμολογῶ ἔχειν σου ἐν παραθέσει πυροῦ γενήμαστος τοῦ διελθόν τος υ ἔτους Αὐρηλίου Καίσαρος τοῦ κυρίου μέτρῳ δημοσίῳ ἡμιαρταβίῳ πυροῦ ἀρτάβας δεκαεπτά , ἅς ὁπηνίκα ἐὰν αἱρῇς ἀποκαταστήσω σοι ἀνυπερθέ τως. εἰ δὲ μή, ἐκτείσω σοι κατὰ τὸν τῶν παραθηκῶν νόμον γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑ παρχόντων μοι πάντων. κυρία ἡ χεὶρ οὖσα γραφεῖσα ὑπʼ ἐμοῦ τοῦ Τιβερίου Κλαυδίου Σερήνου τοῦ καὶ Σαραπίωνος πανταχῇ ἐ πιφερομένη καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέ ροντι. ἔτουςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.