no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 22466.
Each record below describes this same ancient text from a different angle.
α Σαραπίωνος χαίρειν. ὁμολογω ἔχειν παρὰ σοῦ ἐν Ὀξυρύγχων πόλει διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς διακοσίας γίνονται ἀργυρίου δραχμαὶ διακόσιαι κεφαλαίου αἷς οὐ δὲν τῶι καθόλου προσῆκται ἃς καὶ ἀποδώσω σοι τῆι τριακάδι τοῦ Μεσορὴι τοῦ ἐνεστῶτος εἰκοστοῦ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ χωρὶς πάσης ὑπερ θέσεως. ἐὰν δὲ μὴ ἀποδῶἀποδῶι καθὰ γέγραπται ἐκτεί σω σοι τὸ μὲν προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς καθήκοντας τόκους, τῆς πράξεώςπράξεός σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ χεὶρ πανταχῆι ἐπιφερομένηἐπιφερομένηι καὶ παν τὶ τῶι ἐπιφέροντι. ἔτους κ Τιβερίου Καίσαρος Σεβαστοῦ, Μεχεὶρ κϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.