no image
DDbDP-text
Deposit of Money via HGV-meta
Linked by Trismegistos ID
TM 21990.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Σερῆνος ὁ καὶ Σαραπίων ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγ χειτῶν πόλεως Αὐρηλίῳ Ἁρποκρατίωνι καὶ ὡς χρηματίζει χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν παραθέσει ἀργυρίου Σεβαστοῦ καινοῦ νομίσματος τάλαντα ἑκατὸν τεσσαράκοντα ὀκτὼ δραχμὰς χιλίαςχειλίας διακοσίας ὀγδοήκονταὀγοδοήκοντα, γίνονται τάλαντα ρμη δραχμαὶ Ασπ, ἅπερ σοι ἀποκαταστήσω ὁπόταν αἱρῇ ἀνυπερθέτως ἢ τῷ ὑπὸ σοῦ διαπεμφθησομένῳ ἢ καὶ κατὰ μέρος ἐπιστείλαντός σου καθʼ ἑκάστην δόσιν γράμματα ὁμολογίας ὧν βουληθείης ἐξοδιασθῆναι, εἰς δὲ τὴν συνπλήρωσιν τοῦ προκειμένου παντὸς κεφαλαίουκεφαλέου ἀναδιδόντος σου ἢ ἀποστέλ λοντός σου ἐμοὶ διʼ οὗ πέμπεις ἐπὶ τὸ ὑπόλοι πον τοῦ ἀργυρίου ταῦτά μου τὰ γράμματα. κύρια τὰ τῆς παραθήκης γράμματα ἁπλᾶ γραφέντα ὄντα μου ἰδιόγραφα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Περσικοῦ Μεγίστου ΓοθικοῦΓοττικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι κγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.