no image
DDbDP-text
Sale of a Donkey via HGV-meta
Linked by Trismegistos ID
TM 16019.
Each record below describes this same ancient text from a different angle.
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ ε. Αὐρήλιος Ἀπολλώνιος Σαραπίωνος μητρὸς Διοσκοροῦτος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Ἀρπέστλῃ ἑξάρχων ἀναφερομένων Οὐρρανανῷ πραιπο σίτῳ χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἐν τῇ Ὀξυρυγχιτῶν πόλει ὄνον ἄρ ρενα χαλκόχρωον δευτεροβόλον, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν νομίσμα τος τάλαντα δεκαπέντε γίνονται τάλαντα ιε, ἅπερ ἔσχον παρὰ σοῦ ἐκ πλήρους, τὸν δʼ αὐ τὸν ὄνον ἐντεῦθεν παρείληφας πα ρʼ ἐμοῦ τοῦτον τοιοῦτον ἀναπόρριφον, ὃν καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει καὶ τὸν ἐπελευσόμενόν σοι τούτου χά ριν ἀποστήσω ἐπάναγκες παραχρῆ μα καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους κα καὶ ιγ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Παῦνι . Αὐρήλιος Ἀπολλώνιος πέπρακα τὸν προκίμενον ὄνονὄνων καὶκὲ ἀπέσχον τὰ τῆς τιμῆς ἀργυρίου τάλαντα δεκαπέντε βε σω ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησεν Αὐρήλειος ΖῆθοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.