no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 16565.
Each record below describes this same ancient text from a different angle.
Ἀγαθὸς Δαίμων Διογένους τοῦ Θέωνος Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς Παυσανίᾳ Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς Ἀπολλωνοῦτος ἀπʼ Ὀξυρύνχων πόλεως χαίρειν. ὁμολο γῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς ἑπτακισχιλίας πεντακοσίας αἵ εἰσιν ἀργυρίου τάλαντον ἓν καὶ δραχμαὶ χίλιαι πεντα κόσιαι γίνονται τάλαντον ἓν καὶ δραχμαὶ χίλιαι πεντακόσιαι κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται τόκου τρι ωβολείου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ εἰσιόντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους Ἁδριανοῦ καίσαρος τοῦ κυρίου, ἃς καὶ ἀποδώσω σοι χωρὶς πάσης ὑπερθέσεως ἕως Φαῶφι τριακάδοςὑπερθέσεως εως Φαῶφι τριακάδι τοῦ πέμπτου καὶ δεκάτου ἔτους τοῦ εἰσιόντος Ἁδριανοῦ καίσαρος τοῦ κυρίου. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται ἐκτείσω σοι τὸ προκείμενον κεφάλαιον μεθʼ ἡμιολίαςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.