no image
DDbDP-text
Sale of a Courtyard via HGV-meta
Linked by Trismegistos ID
TM 21977.
Each record below describes this same ancient text from a different angle.
Σαραπάμμων ωνος καὶ ὁ τούτου υἱὸς Δαμᾶς ὁ καὶ Σαραπάμμων μητρὸς Ἀπολλωνοῦτος ἀμφότεροι ἀπʼ Ὀξυ ρύγχων πόλεως Κατνει Δ τοῦ καὶ Διονυσίου μητρὸς Ἀρσι νόης ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν πεπρακέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὴν ὑπάρχουσαν ἡμῖν ἀμφοτέροις ἧς ἔχομεν ἐπʼ ἀμφόδου Χηνοβοσκῶν οἰκίας αὐλὴν ἐκ βορρᾶ τῆς σῆς οἰκίας, ἧς αὐλῆς γείτονες νότου οἰκία γένους, βορρᾶ ἡ ἡμῶν οἰκία, ἀπηλιώτου ψι λὸςψειλὸς τόπος, λιβὸς ῥύμη ?, καὶ τὰς συνπεφωνημένας ὑπὲρ τιμῆς τῆς αὐτῆς αὐλῆς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς διακοσίας αὐτό θι ἀπεσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους. διὸ ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῆς πωλουμένης σοι ὡς πρόκειται αὐλῆς, καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῆς ὡς ἐὰν αἱρῇ, ἥνπερανπερ καὶ παρεξόμεθά σοι βεβαίαν διὰδι παντὸς ἀπὸ πάντων πάσῃ βεβαι ώσει, καὶ καθαρὰν ἀπὸ ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίαςγεωργις βασιλι κῆς γῆς καὶ οὐσιακῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς οὑτινοσ οῦν ἄλλου. κυρία ἡ πρᾶσις τρισσὴ γραφεῖσα. ἔτους ε Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρουσεπτηρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παχὼν ιδ. Σαραπάμμων καὶ Δαμᾶς ὁ καὶ Σαραπάμμων πεπράκαμεν τῷ Κατνι τὴν προκειμένην αὐλήν, καὶ ἀπέσχαμεν τὰς τῆς τιμῆςτειμῆς δραχμὰς διακοσίας , καὶ βεβαιώσομενβεβεώσομεν ὡς πρόκιται. Βειθαρίων ὁ καὶ Δημητριανὸς ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.