no image
DDbDP-text
Notifications to Tax - farmers via HGV-meta
Linked by Trismegistos ID
TM 15907.
Each record below describes this same ancient text from a different angle.
Θεα Σαραπίωνος ἀπὸ Ὀξυρύγχων πόλεως διὰ Σαραπίωνος Ἀπολλωνίου φροντιστοῦ Αὐρηλίῳ Ἀντιόχῳ καὶ Ἡρακλείδῃ ἐνκυκλι ώναις χαίρειν. διέγραψα ὑμῖνὑμεῖν ὑπὲρ Πρ ης δούλης ἐλευθερωθείσης ὑπʼ ἐμοῦ τὸ τῆς ἐλευθερώσεως αὐτῆς ἐνκυκλιακὸν υς ὂν ἐν δραχμαῖς πεντήκοντα δύο, γίνονται δραχμαὶ νβ, καὶ προπρατικοῦ δραχμὰς δέκα, γίνονται δραχμαὶ ι, γείνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ἑξήκοντα δύο, γίνονται δραχμαὶ ξβ, ὧν καὶ σύμβολον ἔσχον. Σαραπίων Ἀπολλω νίου ὁ προγεγραμμένος φροντιστὴς αὐτὸς τὸ γράμμα ἔγραψα. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ, Μεχεὶρ ιζ. Θεα Σαραπίωνος ἀπὸ Ὀξυρύγχων πόλεως διὰ Σαραπίωνος Ἀπολλωνίου φροντιστοῦ Αὐρηλίῳ Ἀντιόχῳ καὶ Ἡρακλείδῃ ἐν κυκλιώναις χαίρειν. περιη δούλης Πρειμ λιοπης δημοσιω διὰ τοῦ ἐν Ἀλεξανδρείᾳ καταλογείου. Σαραπίων Ἀπολλωνίου ὁ προγεγραμμέ νος φροντιστὴς αὐτὸς τὸ ὑπόμνημα ἐπιδέδωκα. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ, Μεχεὶρ ιζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.