no image
DDbDP-text
Agreement of Indemnity via HGV-meta
Linked by Trismegistos ID
TM 17517.
Each record below describes this same ancient text from a different angle.
Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ γυμνασιαρχήσαντι τῆς αὐτῆς πόλεως χαίρειν. ἐπεὶ καὶ συνεχρημάτισά σοι ἐν τοῖς τῆς πόλεως λόγοις ὁμολογῶ κατὰ μη δέν σε ἐλαττοῦσθαι περὶ ὧν ὀφείλομέν σοι ἐγώ τε καὶ ὁ ἀδελφός μου. ἔτους ὀγδόου καὶ εἰκοστοῦ Αὐρηλίου Κομμόδου ἈντωννείνουἈντνείνου Καίσαρος τοῦ κυρίου, Φαρμοῦθι μία καὶ εἰκάς. Ἀπολλώνιος καὶ Ἐπίμαχος ἀμφότεροι Ἀγαθείνου ἐξηγητεύσαντος διὰ Ἡρακλᾶ ἰδίου Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ γυμνασιαρχήσαντι χαίρειν. ἐπεὶ καὶ νῦν συνεχρηματίσαμέν σοι διὰ τοῦ αὐτοῦ Ἡρακλᾶ ἐν τοῖς τῆς πόλεως λόγοις ὁμολογοῦμεν κατὰ μηδέν σε ἐλαττοῦσθαι περὶ ὧν ὀφείλομέν σοι. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Ἁθὺρ ιη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.