no image
DDbDP-text
Repair of Public Buildings via HGV-meta
Linked by Trismegistos ID
TM 20716.
Each record below describes this same ancient text from a different angle.
Σαραπίωνι τῷ καὶ Ὡρίωνι ἐνάρχῳ γυμνασιάρχῳ καταδεοῦς ὄντος τὴν ἡλι κίαν διὰ τοῦ κατὰ πατέρα πάππου Ἀπίωνος γυμνασιαρχήσαντος, καὶ Ἀχιλλίωνι ἐνάρχῳ ἐξηγητῇ διὰ Ἀχιλλίωνος τοῦ καὶ Σαραπάμ μωνος υἱοῦ καὶ διαδόχου, παρὰ Διογένους Σαραπίωνος καὶ Λου κίου Ἑρμίου, ἀμφοτέρων ἀπʼ Ὀξυ ρύγχων πόλεως, εἰσδοθέντων ὑ πὸ τοῦ τῆς πόλεως γραμματέως γνώμῃ τοῦ κοινοῦ τῶν ἀρχόντων εἰς ἐπιμέλειαν ἐπισκευῆς καὶ κα τασκευῆς Ἁδριανῶν θερμῶν. αἰτούμεθα ἐπισταλῆναι ἐκ τοῦ τῆς πόλεως λόγου εἰς τιμὴντειμὴν γε νῶν ἐπὶ λόγου ἀργυρίου τάλαντα τρία, γίνεται τάλαντα γ, ὧν λόγον τάξομεν ὡς δέον ἐστίν. ἔτους θ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ, Φαρμοῦθι. Διογένης Σαραπίωνος αἰτοῦ μαι τὰ τοῦ ἀργυρίου τάλαν τα τρία ὡς πρόκιται. Λού κιος Ἑρμίου συναιτοῦμαι τὰ τοῦ ἀργυρίου τάλαντα τρία ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.