no image
DDbDP-text
Auction of a Slave via HGV-meta
Linked by Trismegistos ID
TM 20416.
Each record below describes this same ancient text from a different angle.
Ἀσκληπιάδῃ τῷ καὶ Σαραπίωνι ἱερεῖ ἐνάρχῳ ἐξηγητῇγυμνασιάρχῳ χαίρειν παρὰ Ὡρίωνος Πανεχώτου τοῦ Δωρᾶτος μη τρὸς Ταοῦτος καὶ Ἀπολλωνίου Δωρίωνος τοῦ Ἡρᾶτος μητρὸς Θαήσιος καὶ Ἀβασκάντου ἀπελευθέρου Σάμου Ἡρακλείδου τῶν τριῶν ἀπὸ Ὀξυρύγχων πόλεως ἐπιτρόπων ἀφηλί κων τέκνων Θέωνος τοῦ καὶ Διονυσίου Εὐδαιμονίδος μητρὸς Σινθεῦτος καὶ Δι ονυσίου καὶ Θαήσιος ἀμφοτέρων μητρὸς Ταύριος τῶν τριῶν ἀπὸ τῆς αὐτῆς πόλεως. ὑπάρχει τοῖς αὐτοῖς ἀφήλιξι τῇ μὲν Εὐδαι μονίδι ἕκτον μέρος τῷ δὲ Διονυσίῳ καὶ Θαήσει ἥμισυ μέρος τὸ ἐπὶ τὸ αὐτὸ δίμοιρον μέρος πατρικοῦ αὐτῶν δούλου Σαραπίωνος ὡς ἐτῶν λ οὗ τὸ λοιπὸν τρίτον ὂν τοῦ ὁμοπα τρίου αὐτῶν ἀδελφοῦ Διογένους ἠλευθέ ρωται ὑπʼ αὐτοῦ. ὅθεν ἐπιδίδομεν τὸ βιβλί διον ἀξιοῦντες κατὰ τὸ δηλούμενον τῶν ἀφηλίκων δίμοιρον μέρος τὴν προ κήρυξιν γενέσθαι καὶ τὴν ἀμείνονα αἵρεσιν διδόντι παραδοθῆναι. ἔτους κζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ Θώθ. Ὡρίων Πανεχώτου ἐπιδέδωκα. Ἀπολλώνιος Δωρίωνος συν επιδέδωκα. Ἀβάσκαντος ἀπελεύθερος Σάμου Ἡρακλείδου συνεπιδέδωκα. Διογένης Θέωνος τοῦ καὶ Διονυσίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.