no image
DDbDP-text
ἔτους δευτέρου Νέρωνος Κλαυδίου Καίσαρος ἔτους δευτέρου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Νέου Σεβαστοῦ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Δημητρία Χαιρήμονος ἀστὴἀστηι μετὰ κυρίου τοῦ τῆς ὑιδῆς αὐτῆς Δημητρίας ἀστῆς ἀνδρὸς Θέω νος τοῦ Ἀντιόχου Αὐξιμητορείου τοῦ καὶ ΖηνείουΛηνείου τῷ ἑαυτῆς μὲν υἱωνῷ τῆς δὲ ὑιδῆς Δημητρίας ἀδελφῷ Χαιρήμονι Χαιρήμονος Μαρωνεῖ ἐν ἀ γυιᾷ, περὶ ὧν προφέρεται ἡ ὁμολογοῦσα Δημητρία ἔχειν πρὸς Ἐπίμαχον Πολυδεύκους ἢ καὶ αὐτὸς ὁ Ἐπίμαχος προφέρεται ἔχειν πρὸς αὐτήν, οὐ δυ ναμένη προσκαρτερῆσαι τῷ κριτηρίῳ διὰ γυναι κείαν ἀσθένειαν, συνεστακέναι αὐτὴν τὸν προ γεγραμμένον υἱωνὸν Χαιρήμονα ἔγδικον ἐπί τε πάσης ἐξουσίας καὶ παντὸς κριτηρίου κα θὰ καὶ αὐτῇ τῇ συνεστακυίᾳ Δημητρίᾳ παρούσῃ ἐξῆν· εὐδοκεῖ γὰρ τῇδε τῇ συστάσει. κυρία ἡ συγγραφήσυγγραφηι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.