no image
DDbDP-text
Linked by Trismegistos ID
TM 5836.
Each record below describes this same ancient text from a different angle.
Ἀλεξάνδρου τοῦ Ἀλεξάνδρου βασιλεύοντος ἔτει ἑβδόμωι, Πτολεμαίου σατραπεύοντος ἔτει τεσσαρε σκαιδεκάτωιτεσαρεσκαιδεκάτωι μηνὸς Δίου. συγγραφὴ συνοικισίας Ἡρακλείδου καὶ Δημητρίας. λαμβάνει ἩρακλείδηςἩρακλείδης Τημνίτης Δημητρίαν Κώιαν γυναῖκα γνησίαν παρὰ τοῦ πατρὸς Λεπτίνου Κώιου καὶ τῆς μητρὸς Φιλωτίδος ἐλεύθερος ἐλευθέραν προσφερομένην ἱματισμὸνεἱματισμὸν καὶ κόσμον δραχμῶν Α, παρεχέτω δὲ Ἡρακλείδης Δημητρίαι ὅσα προσήκει γυναικὶ ἐλευθέραι πάντα, εἶναι δὲ ἡμᾶς κατὰ τὸ αὐτὸταυτὸ ὅπου ἂν δοκῆι ἄριστον εἶναι βουλευομένοις κοινῆι βουλῆι Λεπτίνηι καὶ ἩρακλείδηιΛεπτίνου καὶ Ἡρακλείδου. ἐὰνεἰὰν δέ τι κακοτεχνοῦσα ἁλίσκηται ἁλίσκηται ἐπὶ αἰσχύνηι τοῦ ἀνδρὸς Ἡρακλείδου Δημητρία, στερέσθω ὧνὧμ προσηνέγκατο πάντων. ἐπιδειξάτω δὲ Ἡρακλείδης ὅτι ἂν ἐγκαλῆι Δημητρίαι ἐναντίον ἀνδρῶν τριῶν, οὓς ἂν δοκιμάζωσιν ἀμφότεροι. μὴ ἐξέστω δὲ Ἡρακλείδηι γυναῖκα ἄλλην ἐπεισάγεσθαι ἐφ᾽ ὕβρει Δημητρίας μηδὲ τεκνοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς μηδὲ κακοτεχνεῖν μηδὲν παρευρέσει μηδεμιᾶι Ἡρακλείδην εἰς Δημητρίαν· ἐὰνεἰὰν δέ τι ποιῶνποῶν τούτων ἁλίσκηται Ἡρακλείδης καὶ ἐπιδείξηι Δημητρία ἐναντίον ἀνδρῶν τριῶν , οὓς ἂν δοκιμάζωσινδοκιμάσωσιν ἀμφότεροι, ἀποδότω Ἡρακλείδης Δημητρίαι τὴντὴμ φερνὴν ἣν προσηνέγκατο δραχμῶν Α, καὶ προσαποτεισάτω ἀργυρί ου Ἀλεξανδρείου δραχμὰς Α. ἡ δὲ πρᾶξις ἔστω καθάπερ ἐκἐγ δίκης κατὰ νόμον τέλος ἐχούσης Δημητρίαι καὶ τοῖς μετὰ Δημητρίας πράσσουσιν ἔκ τε αὐτοῦ Ἡρακλείδου καὶ τῶνκαὶ ἐκ τῶν Ἡρακλείδου πάντων καὶ ἐγγαίων καὶ ναυτικῶν. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω πάντηι πάντως ὡς ἐκεῖ τοῦ συναλλάγματος γεγενημένου, ὅπου ἂν ἐπεγφέρηι Ἡρακλείδης κατὰ ΔημητρίαςΔημητρίαι ἢ Δημητρία τε καὶ οἱτοὶ μετὰ Δημητρίας πράσσοντες ἐπεγφέρωσινσυμπράσσοντες, ὅπου ἂν ἐπεγφέρωσιν κατὰ Ἡρακλείδου. κύριοι δὲ ἔσθωσανἔστωσαν Ἡρακλεί δης καὶ Δημητρίατε καὶ Δημητρία καὶ τὰς συγγραφὰς αὐτοὶ τὰς αὑτῶν φυλάσσοντες καὶ ἐπεγφέροντες κατ᾽ ἀλλήλωνἀλληλως. μάρτυρεςμαρτερεςμάρτυρες Κλέων Γελῶιος, Ἀντικράτης Τημνίτης, Λῦσις Τημνίτης, Διονύσιος Τημνίτης, Ἀριστόμαχος Κυρηναῖος, Ἀριστόδικος Κῶιος. seal seal seal sealSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.