no image
DDbDP-text
Payment for Superintendence of Transport via HGV-meta
Linked by Trismegistos ID
TM 21939.
Each record below describes this same ancient text from a different angle.
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Ἀλόις Χωοῦτος καὶ Ἡρακλῆς Πούδεντος καὶ οἱ κοινωνοὶ οἱ πάντες δεκανοὶ ἀπὸ κώμης Πανευεὶ μετʼ ἐγγυητοῦ εἰς ἔκτισιν τῶν φανησομένων μισθῶν Πτολεμαίου Πτολεμαίου μείζονος τῆς αὐτῆς κώμης καὶ Αὐρήλιος Ἡρακλείδης Σκυλακίου ἐπιμελητὴς ζῴων ἀποστελλομένων εἰς τὴν Βαβυλῶνα πρὸς θείαν ἐπιδημίαν, οἱ μὲν δεκανοὶ συνηλλαχέναι τῷ ἐπιμελητῇ χώραν μίαν ῥαβδούχου ἑνὸς τῶν αὐτῶν ζῴων ἀπὸ ὀγδόης τοῦ ὄντος μηνὸς Παῦνι, λαμβάνοντος τοῦ ἐπιμελητοῦ παρὰ τῶν δεκανῶν ὑπὲρ μισθοῦ ἡμερησίως δραχμὰς δισχιλίας . ἐντεῦθεν δὲ ὁμολογεῖ ὁ ἐπιμελητὴς ἐσχηκέναι παρὰ τῶν δεκανῶν ὑπὲρ μισθοῦ μηνῶν δύο ἀπὸ τῆς αὐτῆς ὀγδόης ἀργυρίου τάλαντα εἴκοσι , τὰ δὲ φανησόμενα ἄχρι συνπληρώ σεως τῆς ἐπιμελείας ἀπολήμψεται παρὰ τῶν αὐτῶν δεκανῶν, ἐμὲ δὲ τὸν Πτολεμαῖον παρασχεῖν τὰ φανησόμενα σαλάριαλαλαραα πρὸς τὸ ἀπαρενοχλή τους καὶ ἀσκύλτους καὶ ἀζημίους παρέχεινπαρασχειν περὶ τῶν τῇ αὐτῇ ῥαβδουχίᾳ διαφερόντων. κύριον τὸ συνάλ λαγμα δισσὸν γραφέν, καὶ ἐπερωτηθέντες ὡμολόγησαν. ὑπατείας Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπροτάτων Παῦνι α. Αὐρήλιοι Ἀλόις καὶ Ἡρακλῆς εὐδοκοῦμεν πᾶσι τοῖς προκειμένοις καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Πτολεμαῖος ἐγγυῶμαι ὡς πρόκειται γράψας καὶ ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.