no image
DDbDP-text
Nomination of a Protodemotes via HGV-meta
Linked by Trismegistos ID
TM 19274.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαουΐων Ὀρέστου καὶ Ἀβιηνοῦ τῶν λαμπροτάτων, Φαμενὼθ κε, ἰνδικτίωνος ι, ἐν Ὀξυρύγχων πόλει. ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως παρὰ τοῦ κοινοῦ τῶν λευκαντῶν τῆς αὐτῆς Ὀξυρυγχιτῶν πόλεως διʼ ἡμῶν τῶν παρόντων καὶ ἑξῆς ὑπογραφόντων ἀναδεχομένων καὶ τοὺς ἡμῶν ὁμοέργους ἐμμένοντας σὺν ἡμῖν τοῖς ἑξῆς ὑποτετα γμένοις προστάγματος τοῦ τὰ πάντα μεγαλοπρεπεστάτου καὶ σοφωτάτουσοφοτάτου κοινοῦ ἡμῶν ἄρχοντος ἐμφανισθέντος ἡμῖν φιας παρακελευόμενον καὶ ἡμᾶς τοὺς πληροῦντας τὴν ἐργασίαν τῶν λευκαντῶν προβολὴν ποιήσασθαι τοῦ ὀφείλοντοςὀφίλοντος ἐξ ἡμῶν ὑπεισελθεῖν τὸ τοῦ πρωτοδημότου φρόντισμα ἐπὶ τῆς εὐτυχοῦς ἑνδεκάτης ἐπινεμήσεως, τοῦ καιροῦ ἐνεστηκότος φόβῳ δουλεύοντες τοῖς περὶ τούτου φοβερῶς προστεταγμένοις ὑφʼ ἓν γενόμενοι καὶ μιᾶς κρατήσαντες γνώμης ἐπιλεξάμενοι ὀνομάζομεν καὶ εἰσαγγέλλομεν ἰδίῳ ἡμῶν κινδύνῳ καὶ τιμήματι Αὐρήλιον Θεόδωρον υἱὸν Μαξίμου ὁμότεχνον ἡμῶν ἐκ τῆς ἡμετέρας πόλεως ὁρμώμενον πρωτοδημότην ἱκανὸν ὄντα δυνάμενον τὴν τοιαύτην ἐγχειρισθεῖσαν αὐτῷ παρʼ ἡμῶν τοῦ πρωτοδημότου λειτουργίανλειτουργείαν ἐξανύσαι ἐπὶ τῆς μνημονευθείσης ἑνδεκάτης ἐπινεμήσεως προσηκόντως, ὃν καὶ ἐξεγγυώμενοι ἐπὶ ἱκανότητι ἐπιζητούμενον ωγωμεν καὶ παραδώσομεν ἐξ ἀλληλεγγύης ἐν δημοσίῳ τόπῳ. κυρία ἡ ὀνομασία ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. αὐρήλιος Ἰσὰκ υἱὸς Ἰωάννου λευκαντὴς ὀνομασία Θεοδώρου Ὀξυρυγχ γενομενSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.