no image
DDbDP-text
Der Diasphalismos an Flavius Sisinnius. Die verbesserte Fassung vom 9. Dez. 348 via HGV-meta
Linked by Trismegistos ID
TM 100074.
Each record below describes this same ancient text from a different angle.
Φλαυίωι Σισιννίωι τῶι διασημοτάτωι καθολικῶι παρὰ Αὐρηλίου Ἄμμωνος Πετεαρβεσχίνιος σχολαστικοῦ ἀπὸ Πανὸς πόλεως τῆς Θηβαίδος. ἐπειδὴ Εὐγένειος μεμοράριος καὶ ἐγὼ ὁ Ἄμμων, φίλων μεταξὺ ἡμῶν γενομένων ἐπὶ τῆς Πανοπολιτῶν πόλεως Πανίσκου ἀπὸ δικαιοδότου καὶ Ἀπόλλωνος ποιητοῦ καὶ ἄλλου Ὡρίωνος, ὁμολογίαν ἔγγραφον κοινῆι πεποιήμεθα περὶ ἀνδραπόδων ἐν Ἀλεξανδρείαι νῦν ὄντων τῆι λαμπρᾶι ταύτηι πόλει ὑπὸ Ἁρποκρατίωνος καταλελειμμένων τοῦ ἀδελφοῦ μου. ἐν δὲ τῆι ὁμολογίαι ταύτηι οὐκ οἶδ’, ἀνθ’ ὅτου ὑπήχθην προθεσμίαν ὁρισθεῖσαν τοιαύτην καταδέξασθαι ὥστε ἐντὸς ἡμερῶν εἴκοσι ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ παρελθόντος μηνὸς Ἁθὺρ εἰς τὴν Ἀλεξάνδρειάν με παραγενέσθαι, ὅπως πέρας ἐπιτεθῆι τῶι πράγματι. ἐλθὼν δὲ νῦν ἐνταῦθα πρὸ ἄλλων δύο ἡμερῶν τῶι προειρημένωι Εὐγενείωι οὐ συνέτυχον οὐδὲ εὑρεῖν αὐτὸν δεδύνημαι, διὰ τοῦτο σήμερον δημοσίαι μαρτύρομαι, ἥτις ἐστὶ Χοιὰκ τρισκαιδεκάτη, πρὸ ἄλλων τεσ σάρων τῆς προθεσμίας, ἀσφαλιζόμενος καὶ ἀξιῶν τοῦτόν μου τὸν διασφαλι σμὸν κατακεῖσθαι ἐν τῆι τάξει, ἕως ἂν ἐκεῖνος παραγένηται πρὸς τὸ μὴ ἐξεῖ ναι αὐτῶι σκῆψίν τινα προβαλέσθαι, αὐτὰ δὲ ταῦτα τὰ προτεθέντα ἀξιῶ ἐπὶ τὸ σὸν μεγαλεῖον, δέσποτα, ἀνενεχθῆναι διὰ τοῦ τῆς πόλεως ταβουλαρίου κατὰ τὴν σήμερον ἡμέραν. ὑπατείας Φλαυίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου ἱππέων Χοιὰκ τρισκαιδεκάτου. Αὐρήλιος Ἄμμων προὔθηκα ὡς πρόκειται. σχολαςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.