no image
DDbDP-text
Return of Unwatered Land via HGV-meta
Linked by Trismegistos ID
TM 21860.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Νεμεσίωνι τῷ καὶ Διονυσίῳ βασιλικῷ γραμματεῖ Ὀξυρυγχείτου παρὰ Ἰουλίου Ὡρίωνος οὐετρανοῦ τῶν ἐντίμωςἐντείμως ἀπολελυμένων. ἀπογράφομαι πρὸς τὸ ἐνεστὸς ε ἔτος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου κατὰ τὰ κε λευσθέντα ὑπό τε ἡγεμόνων καὶ Ἰουλίου Σω πάτρου ἐπιστρατηγήσαντος ἣν ἔχω ἄβρο χον καὶ ἐπηντλημένην περὶ κώμην Παλῶ σιν ἐκ τοῦ Ἄνδρωνος σὺν τῷ Μενεσθέως κλήρῳ εἰς Πέτσειριν Ἡρακλήου μαρτάβουα ἀρτάβης ἀβρόχου ἀρούρας β δ, καὶ ἐκ τοῦ αὐτοῦ εἰς Ἡράκληον Πετσείριος βασιλικῆς ἀβρόχου ἀρούρας , καὶ ἐκ τοῦ να Π ἀβρόχου ἄρουραν α, καὶ ἐκ τοῦ αὐτοῦ εἰς Πανεχώτου α 𐅵 ἀβρόχου ἀρούρας , καὶ ἐκ τοῦ λοιποῦ Μενεσθέως κλήρου εἰς Π ἀβρόχου ἀρούρης 𐅵 ξδ, καὶ ἐκ τοῦ αὐτοῦ εἰς Ἀλεξάνδρου μοναρτάβουα ἀρτάβης ἀβρό χου ἀρούρας , καὶ ἐκ τοῦ εἰς Θατρῆν Παυσείρι ος μοναρτάβουα ἀρτάβης ἀβρόχου ἀρούρας , καὶ ἐκ τοῦ αὐτοῦ εἰς Σαραπιά δην Ἀμμωνίου μοναρτάβουα ἀρτάβης ἀβρόχου ἀρούρας γ, καὶ ἐκ τοῦ λοιποῦ Μενεσθέως εἰς Θατρῆν Ἀρισ τάνδρου μοναρτάβουα ἀρτάβης ἀβρόχου ἀρούρης 𐅵, καὶ ἐκ τοῦ αὐτοῦ εἰς Σαραπιάδην Ἀμμωνίου α 𐅵 καὶ α ἀρτάβης ἀβρό χου ἀρούρας ε γ, καὶ ἐκ τοῦ αὐτοῦ εἰς Πέτσειριν Πανεχώτου α 𐅵 ἀβρόχου ἀρούρης δ η ιϛ, καὶ ἐκ τοῦ αὐτοῦ εἰς Πέτσειριν Παυσείριος μοναρτάβουα ἀρτάβης ἀβρόχου ἀρούρης δ η, καὶ ἐκ τοῦ αὐτοῦ εἰς Θερμούθιον Ἀριστάνδρου α 𐅵 ἀβρόχου ἀρούραν α 𐅷, καὶ ἐκ τοῦ λοιποῦ Μενεσθέως κλήρου εἰς Μάρκον Πετρώνιον Πρείσκον μοναρτάβουα ἀρτάβης ἀβρό χου ἀρούρας β 𐅵, καὶ περὶ τὸ Νεικοστράτου ἐποίκιον ἐκ τοῦ Πτολεμαίου καὶ Φιλίππου κλήρου εἰς Πέτσειριν Ἡρακλήου μοναρτάβουα ἀρτάβης ἀβρόχου ἄρουραν α 𐅵, καὶ ἐκ τοῦ αὐτοῦ εἰς Ὀν νῶφριν Πετσείριος α ἀρτάβης ἀβρόχου ἄρουραν α, καὶ περὶ Σε φὼ ἐκ τοῦ Παρμενίωνος κλήρου εἰς Πέτσειριν μητρὸς Θαήσιος βασιλικῆς ἐπηντλημένης ἄρουραν α. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενὼθ ι. Ἰούλιος Ὡρίων ἐπιδέδωκα. vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.