no image
DDbDP-text
Letter concerning the Idios Logos via HGV-meta
Linked by Trismegistos ID
TM 15632.
Each record below describes this same ancient text from a different angle.
Αἴλιος Ἀφροδείσιος στρατηγὸς καὶ Σερῆνος ὁ καὶ Σαραπίων βασιλικὸς γραμματεὺς Ὀξυρυγχείτου Ἀμμωνίῳ τῷ καὶ Πε τς Ἀμμωνίου τοῦ Πεκυσίου και μετόχοις χαίρειν. Κλαύδιος Ἰοῦστος ὁ κράτιστος πρὸς τῷ ἰδίῳ λόγῳ ἐν ᾧ ἐποι ήσατο τοῦ νομοῦ διαλογισμῷ τῷ διεληλυθότι ια ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀχθέντος εἴδους περὶ τῶν ἐντὸς περιβόλων ἱερῶν κεκτημένων οἰκόπεδα διαλαβὼν ἐπὶ πᾶσι ἀπέ φηνενἀπέφανεν οὕτως· ὅσοι συνήψαντο τοῖς ἐπὶ Τούσκῳ τὴν συντί μησινσυντείμησιν ἐπιδεδωκόσι δύνανται δεόντως ἀντιλαμβάνεσθαι τῶν τόπων. ὅσοι δὲ παρανγελέντες οὐ παρέθεντο, ἐὰν καὶ νῦν ἐντὸς μηνῶν δύο μὴ ἐπενέγκωσι, ἐνεχέσθωσαν τοῖς ὡρισμένοις. τούτων οὖν μεταδοθέντων ὑπὸ τοῦ ἑτέρου ἡμῶν ὡς καθήκει καὶ τοῦ τῆς πόλεως γραμματέως Ἡρακλείδου ὑπογύως μοντος τὸ κατʼ ἄνδρα τῶν νυνὶ ἐπικρατούντων οἰκοπέδων ἐντὸς περιβόλων ἱερῶν τῆς μητροπόλεως, κατὰ τὸ ἀναγκαῖον ἐνγράφως ὑμῖν ἐπιστέλλεται ἵνʼ ἐν τῇ δοθείσῃ προθεσμίᾳ παραθῆσθε τὰ ἐζητημένα ἕνε κα ὧν ἐδηλώθητε ἐπικρατεῖν οἰκοπέδων ἐντὸς περι βόλου τῆς Ἀθηνᾶς ἐπʼ ἀμφόδου Θοηρείου Θενεπμόι. Σαραπάμμων γραμματεὺς ἐπήνεγκα. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ἐπαγομένων ε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.