no image
DDbDP-text
Proclamation of a strategos via APIS-papyrus
Linked by Trismegistos ID
TM 13451.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Σερηνίσκος ὁ καὶ Ἑρμησίας στρατηγὸς Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδος· παραγγέλλεταιπαραγέλλεται τοῖς πράκτορσι τοῦ ε ἔτους τῶν γεωργῶν καὶ κληρούχων ἐπακολουθῆσαι τῇ γεινομένῃ ἐπʼ ἀ γαθοῖς ἀναμετρήσει τοῦ σπόρου καὶ ἀναγράψασθαι πᾶσαν τὴν ἐσπαρμένην γῆν ἔν τε πυρῷ καὶ ἄλλοις γένεσι καὶ τὰ ὀνόματα τῶν κατὰ φύσιν γεγεωργη κότωνγεωργηκότων δημοσίων γεωργῶν καὶ κληρού χων πρὸς τὸ μηδὲν ἐπὶ περιγραφὴνγραφη τοῦ ἱερωτάτου ταμιείουταμείου γενέσθαι ὑπὸ τῶν λαογράφων ἢ πραγματικῶν, ὡς τοῦ κινδύνου καὶ ὑμῖνὑμεῖν αὐτοῖς ἅμα ἐκείνοις διοίσοντος ἐάν τι φανῇ κεκακουργημένον ἢ οὐ δεόντως πεπραγ μένον, μηδεμιᾶςμηδεμειᾶς προφάσεως ὑμῖνὑμεῖν ὑπολειπομένης ἐπὶ τῆς ἀπαιτήσεως ἕνεκεν γνωρισμοῦ· καὶ τῆς μέντοι γει νομένης ὑφʼ ὑμῶν ἀναγραφῆςἀναγραφην τὸτην ἴσονἰσην ἐπίδοτε. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεχεὶρ θ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.