no image
DDbDP-text
Affitto di terreno pubblico via HGV-meta
Linked by Trismegistos ID
TM 10946.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Ἑρμείᾳ γυμνασιαρχήσαντι βουλευτῇ τῆς Ἀρσινοιτῶν πόλεως δεκαπρώτῳ β καὶ δ τοπαρχιῶν Θεμίστου μερίδος παρὰ Αὐρηλίου Εἰρηναίου Εἰρηναίου ἀπὸ ἀμφό δου ἙλληνίουἙλληνείου. βούλομαι μισθώσασθαι πα ρὰ σοῦ ἐν πεδίοις κώμης Ἀνδρομαχίδος δη μοσίας γῆς ἐπὶ τῆς κα σφραγῖδοςκαταγραφῆσ πρότερον Αὐνῆ καὶ Σαραπίωνος ἀναχωρησάντων ἄρουρας η ὅσαι ἐὰν ὦσιὦσει πρὸς μόνον τὸ ἐνεστὸς ἕκτον ἔτοςἔτους ἐκφορίου τοῦ παντὸς πυροῦ ἀρταβῶν εἰκοσιτεσσάρων ἐφʼ ἅλω μέτρῳ δρόμῳ τετραχοινίκῳ ἐν μηνὶ Παῦνι τῶν δημοσίων πάντων σιτικῶν τε καὶ ἀρ γυρικῶν ὄντων πρὸς σὲ τὸν Ἑρμείαν· ἐφʼ ᾧ ἐπιτελέσω τὰ τοῦ ἔτους ἔργα πάντα καὶ με τὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ καλάμης ἀγρώστεως δείσης πάσης ἐὰν φαίνηται μισθῶσαιμισθῶσε. Αὐρηλίος Ἑρμίας γυμνασιαρχήσας βουλευτὴς μεμίσθωκα ὡς πρόκιται πυροῦ ἀρταβῶν εἰκοσιτεσσάρων, γίνονται πυροῦ ἀρτάβαι κδ. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Φαῶφι κδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.