no image
DDbDP-text
Proposition de bail via HGV-meta
Linked by Trismegistos ID
TM 29452.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Οὐαλερίῳ ἀρχιερατεύσαντι τῆς Ἀρσινοϊτῶν πόλεως παρὰ Αὐρηλίου Κάστορος τοῦ καὶ Συμμάχου ἀπὸ ἀμφόδου Ἱερᾶς Πύλης. βού λομαι μισθώσασθαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ κώμην Φιλαδελφίαν ἀρούρας τος κλῆρος ἀρούρας ἀπὸ νότου αὐτῶν ἀρούρας ἀπὸ ἀπηλιώτου ἀρούρας γίνονται αἱ προκείμεναι, ἐκφορίου τῶν μὲν ἀρου ρῶν ἐν χόρτῳ γεινομένων πυροῦ ἀρτάβας δώδεκα , τῶν δὲ λοιπῶν ἀρουρῶν δ 𐅵 πυροῦ ἀρτάβας δέκα τέσσα ρας . γίνονταιγείνονται τῶν ὅλων ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβας εἴκο σιν ἕξ, γίνονται πυροῦ ἀρτάβαι κϛ πρὸς μόνον τὸ ἐνεστὸς ἔτος. τὸ δὲ προκεί μενον ἐκφόριον ἀποδώσω σοι μηνὶ Παυνὶ ἐξ ἅλω μέτρωι δρόμῳ τετραχοινικῷ, τῶν δημοσίων πάντων ὄντων πρὸς σὲ τὸν γεουχοῦντα, τεῶν δὲ ἔρ γων πάντων πρὸς ἐμὲ τὸν μισθούμενον, περιχωματισμοὺς ποτισμοὺς διωρύχων τε ἀναβολὰς καὶ πάντα ὅσα καθήκει, βλάβος μηδὲν ποιῶν. Αὐρήλιος Κάστωρ ὁ καὶ Σύμμαχος μεμίσ θωμαι ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.