no image
DDbDP-text
υπεταξα δ Αὐρηλίωι Πλουτίωνι γραμματεῖ σιτηρεσίου παρὰ Αὐρηλίου Ἀπολλωνίου τοῦ καὶ Νεμεσι Σαραπίωνος καὶ ὡς χρηματίζω. Ἀλεξανδρεὺς τυγχάνων καὶ ἐφέστιον αος οἰκίαν ἐνταῦθα ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρύγχων πόλειπολεως καὶ δεδογμένου ἐν τῇ αὐτῇ ἐνταῦθα κρατίστῃ βουλῇ ὥστε τοὺς Ἀλεξανδρεῖς μεταλαβεῖν τῆς τοῦ σίτου δωρεᾶς καὶ αὐτὸς τὴν ἑστίαν ἔχων ἐπʼ ἀμφόδου Βορρᾶ Δρόμου τὴν ἀξίωσιν ταύτην προσάγω ὑποτάξας ἅμα καὶ τοῦ ἐφεστί ου τὸ ἀντίγραφον ἵνα κατʼ ἀκολουθίαν τῶν ὁμοίων μοι καὶ αὐτὸς μεταλάβω τῆς τοῦ σιτηρεσίου δωρεᾶς. διευτύχει. ἔτους Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιττίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Ἰουλίου ΑὐρηλίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.