no image
DDbDP-text
Declaration Concerning Ownership via HGV-meta
Linked by Trismegistos ID
TM 20736.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Ἀμμωνίῳ γυ μνασιάρχῳ ἐνάρχῳ πρυτάνει τῆς Ὀξυρυγχειτῶν πόλεως Ἰουλία Διονυσία θυγάτηρ Σαραπιακοῦ Σαραπάμμωνος. ἐπιζητοῦντί σοι περὶ ἧς εμλ προσππαχθαι σε οἰκίαςοἰκια μου οὔσηςοὐση ἐπʼ ἀμφό δου Τεμιενούθεως πότερον ἡμετέρα τυγχά νει ἢ τοῦ ἀνδρὸς μου Αὐρη λίου Σαραπιακοῦ, ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην τὴν δηλουμένην οἰκίαν καὶ τὰ ἐν αὐτῇ πάντα εἶναι ἐμοῦ τῆς Ἰουλίας Διονυ σίας ἀκολούθως καὶ οἷς ἐπέδωκά σοι βιβλιδίοιςβιβλειδίοις καὶ μηδὲν διεψεῦσθαι. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παχὼν κδ. Ἰουλία Διονυσία ὀμώ μοκα τὸν ὅρκον ὡς πρόκειται. Αὐρήλιος Διο γένης Διογένους ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.