no image
DDbDP-text
Petition to the Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 12569.
Each record below describes this same ancient text from a different angle.
Διονυσοδώρωι στρατηγῶι Ἀρσινοίτου παρὰ Διονυσίου τοῦ προ εστῶτος τῆς ἐν τῶι χου ἐποικίωι οὐσί ας Ἀντωνίας Δρούσου. προσέπεσέν μοι παρὰ Χαιρήμονος τοῦ Σα ραπίωνος γεωργοῦ τῆι α ἡμέρᾳ τοῦ Νέου Σεβαστοῦ μηνὸς τοῦ ἐνάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐπαφηκέναι Τη Ὥρου θιαουαρητια καὶ Πετεσοῦχον Λαβα τᾶτος καὶ Ψοσνεῦν τοὺς Ὠνείους ποιμέ νας τῶν ἀπὸ Φιλα δελφείας ἃ ἔχουσι πρόβατα εἰς ἃς ἔχει ἐν τῶι Ἀνουβείου κλήρωι πυρίνας θήκας καὶ ταύτας κατανενε μηκέναι καὶ κατα βεβλαφέναι εἰς λόγον πυροῦ ἀρταβῶν ι. ἀξιῶ γραφῆναι τῷ τῆς Φιλαδελφείας ἐπιστάτηι καταστῆσαι τοὺς ἐγκαλουμένους ἐπί σε πρὸς τὴν δέουσαν ἐπέξοδον ἐν τάχει μὴ ἐλαττουμένου μου ὑπὲρ ὧν προεπέδωκα διʼ ἑτέρων ὑπομνημάτων. εὐτύχει. τῆι ιϛ. ἔκπεμψον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.