no image
DDbDP-text
ἀνελθεῖν ἀπὸ ἧς ἔχω ἅλω περὶ τὸ Πεκύσιος Ἰσιεῖον ἀπηνέγ καντο λῃστρικῶι τρόπωι εἰς πυροῦ ἀρτάβας δ, ὁμοίως καὶ ἀφʼ ἧς ἔχω περὶ τὸ αὐτὸ Ἰσιεῖον ἄλλης ἅλω ἧς γεωργῶγεωργῶι βασιλικῆς γῆς εἰς ἄλλας πυροῦ ἀρτάβας δ. καθυπονοῶν οὖν εἰς Σαραπίωνα ἁλωνοφύλακα καὶ τοὺς ἄλλους τοὺς ἐκεῖ κοιταζομένους, ὧν χάριν ἠνομη μένος προσαγγέλλων, ἀξιῶ συν τάξαι ἐκζητήσαντας τοὺς αἰτίους καταστῆσαι ἐπὶ σέ, ὅπως ἐγὼ μὲν τὰ εἰλημμένα κομίσωμαι, οἱ δὲ φανη σόμενοι αἴτιοι τύχωσι ὧν προσήκει πρὸς ἐπίστασιν ἄλλων, ἵνʼ ὦ ἀντει λημμένος. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.