no image
DDbDP-text
Ἀνταίωι ἐπιστάτει Φιλαδελφείας παρὰ Μαρρέους τοῦ Πετοσείριος ἐμπόρου. τῆι κη τοῦ Ἐπεὶφ τοῦ ια ἔτους Δωρίων ἀρχιφυλακίτης τῆς αὐτῆς Φιλαδελφείας ἀνα γαγὼν ἐκ τοῦ πεδίου τὴν ὑ πάρχουσάν μοι ὑποτελῆ λείαν πρόβατα ε ἐνκέκλικεν ἐν τῆι Εὐβίου φυλακίτου οἰκίαι παραδοὺς Κόσμωι φυλακίτηι διʼ ἣν αἰτίαν ἀγνοῶ. ἵνα οὖν μὴ συμβῆι διαλυθῆναι αὐτὰ ἀξιῶἀξιῶι αεεισθαι ἀναγα γόντα κατʼ ἐμέ, καὶ ἐὰν ε μὴ εν ἕλωμαι καὶ μὴ ὑπο μένῃ ὁ Δωρίων διέσθαι αὐτά, ὑποτάξαι μου τὸ ὑπόμνη μα Πτολεμαίωι τῶι ἀρχισω ματοφύλακι καὶ στρατηγῶι, ἵνα τύχω τῶν δικαίων. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.