no image
DDbDP-text
Διοσκουρίδει ἡγεμόνι καὶ φρουράρχωι παρὰ Θέωνος τοῦ Θέωνος Κυρηναίου τῶν Ἑρμοτίμου καὶ Μελεάγρου πεζῶν. τῆι νυκτὶ τῆι εἰς τὴν ιϛ τοῦ Θωὺθ τοῦ κη ἔτους Ἰάσων Ἰάσονος Ἰουδαῖος τῶν αὐτῶν ἐπελθὼν ἐπὶ τὴν οἰκίαν μου τὴν οὖσαν ἐν τῶι ἐπὶ τοῦ ὅρμου φρουρίωι καὶ καιροτηρήσας τὸ παρʼ ἐμοῦ κοράσιον ἀνοῖγον τὴν αὔλειον θύραν ὥστε ἐκχέαι λεκάνην ἀνατρέψας τοῦτο ἐπεισεπήδησεν αἰφνιδίως καὶ τὸν συνδειπνοῦντά μοι Θεοδόσιον κατασπάσας ἀπὸ τῆς κλίνης ἐπαρώινησεν οὐ μετρίως· εὐθέως δέ μου τῆς θύρας ἐγκρατοῦς γενο μένου πρὸς τὸ μὴ καὶ ἑτέρους συνεισ δραμεῖν θορύβου τε μείζονος γενο μένουγενημενου καὶ πλειόνων ἐπιπαραγενη θέντων, ἐν οἷς καὶ Ἡρακλεώτου, ἐπεπεμψάμην τοῦτον ἐπὶ σὲ καὶ οὕτω παραγενηθέντος Ἡρα κλείδου τοῦ παρὰ σοῦ καὶ εἰσελθόντος εὑρόντος τε τόν προγεγραμμένον ἐπικείμενον τῶι Θεοδοσίωι ἐν τῶι ἐδάφει καὶ ἀμφοτέρους ἀπαγαγο μένου προσκατενεγύησα καί σοι τὸν Ἰάσονα παραχρῆμα, ὅν γε καὶ τῆι ἐχομένηι ἡμέραι κατέστησεν ὁ Ἡρακλείδης ἐπὶ τὸν στρατηγόν. ἐπιδεδωκὼς οὖν περὶ τῶν αὐτῶν καὶ τοῖς ἄλλοις τοῖς εἰθισμένοις ἀξιῶ καταχωρίσαι μου τὸ προσάγγελμα καὶ παρὰ σοὶ ἐν χρηματισμῶι. εὐτύχει. ἔτους κη Θὼθ vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.