no image
DDbDP-text
Διοσκουρίδει ἡγεμόνι καὶ φρουράρχωι παρὰ Διοσκου ρίδου τοῦ Πακήμιος τῶν ἀπὸ τῆς ΝικάδαΝικάδαι νεώς. τῆι τοῦ ἐνεστῶ τος μηνὸς Παχὼν πορευο μένου μου εἰς τὴν ὑπάρ χουσάν μοι οἰκίαν ἐπεκ πηδήσας Ὧρος ὁ νεώ τερός μου ἀδελφὸς καὶ προσαλόμενός μοι ὕβρισεν τύπτων πληγαῖς πλεί οσιν εἰς τὸ πρόσωπον καὶ εἰς ὃ ἐτύγχανεν μέρος τοῦ σώματος ὥστʼ ἂν παρʼ οὐδὲν καὶ τοῖς ὄμμα σιν κεκινδυνευκέναι με. διὸ ἀξιῶ, ἐὰν φαίν νηται, συντάξαι μετα πεμψάμενον τοῦτον ἐπισκέψασθαι καὶ προνο ηθῆναι ὡς τεύξεται τῆς ἁρμοζούσης ἐπι πλήξεως. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.