no image
DDbDP-text
Letter of introduction via APIS-papyrus
Linked by Trismegistos ID
TM 47208.
Each record below describes this same ancient text from a different angle.
Πρόκλος Τρύφωνι τῶι φιλτάτῳ πλεῖστα χαίρειν. ἸσίδωροςΕἰσίδωρος ὁ ἀποδιδούς σοι τὴν ἐπιστολὴν ἐστίν μου ἐκ τῆς οἰκίας, ἐστὶν δὲ τῶι γένει ἀπὸ κώ μης Ψώφθεως τοῦ Μεμφίτου καὶ τὴν λαογραφίαν ἐκεῖ τελεῖ καὶ τἄλλα καθήκοντα. ὑπὸ δὲ τῶν παρὰ σοῦ συνσχεθεὶς ἠναγκάσθηἀνηγκάσθη προέσθαι χειρο γραφίαν ὑπὲρ τοῦ κατασπεῖραικατασπῖραι περὶ κώμην Φιλα δελφείαν ἀπὸ τῆς Λιβίας προσόδου ἀρούρας πέντε ε ἥμισυ. ἐρωτῶἐρωτῶι οὖν σε καὶ εἰς τὴν ἐμὴν καταλογήν, εἴ τις ἄρα μνεῖάμνῆά ἐστιν παρὰ σοὶ τῆς ἐμῆς φιλίας, ἀπαρενόχλητον αὐτὸν διατήρησον καὶ προνόησον ὡς ἀναδοθήσεται αὐτῶι ἡ χειρογραφία. τοῦτο δὲ ποι ήσας ἔσῃ μοι κεχαρισμένος. ἔρρωσο. ἔτους λε Καίσαρος Μεχεὶρ κεSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.