no image
DDbDP-text
Lading and Inspection of Corn via HGV-meta
Linked by Trismegistos ID
TM 28402.
Each record below describes this same ancient text from a different angle.
Παήσιος Ἀρχελάωι τῶι φιλτάτωι χαίρειν. τοῦ ἀναδιδόντος σοι τὸ ἐπιστόλιόν μου ναυκλήρου Πανεμουῶτος προνόησον σὺνοὖν πάσῃ σπουδῇ ἐν βαλέσθαι αὐτοῦ τὸν γόμον ὡς ἔθος ὃν ἔχεις ἐν χερσὶ καὶ λεκτῷ ἐνβαλέσθαι, καὶ τοὺς δειγματοάρτας καθʼ αὑτὸν ἀναπέμψαι πρὸς ζυγοστασίαν λαβόντα παρὰ τῶν ἀρχεφόδων ὀνάριον. ἀπεντεῦθεν μὲν οὖν συνσκυλῆθι αὐτῷ καὶ ἰδέτω τοὺς θησαυρούς, καὶ τοὺς σι τολόγους καὶ τοὺς ἄλλους τοὺς πρὸς τὴν χρείαν ὧν τὰ ὀνόματά σοι ἔπεμψεν Ἁρποκρατίων ἐν ἑτοίμῳ ποίησον ἵνα μηδὲν ἐνπόδιον ᾖἠν. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. Ἀρχελάωι ὑπηρέτῃ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.