no image
DDbDP-text
Letter from Diomedes to Serenus via HGV-meta
Linked by Trismegistos ID
TM 28724.
Each record below describes this same ancient text from a different angle.
Διομήδης Σερήνωι τῶι τιμιωτάτωι υἱῷ χαίρειν. τὴν ἀπὸ σοῦ γενησομένην πρὸς ἡμᾶς σπουδὴν ἀκριβῶς ᾔδειν καὶ παρʼ Ἡ λιοδώρου ὁμοίως ἐπυθόμην καὶ ἀ πὸ τῶν σῶν γραμμάτων, οἷς πιστεύ σας καὶ τῇ τοῦ τεχνίτουτεχνείτου ἐπαγγελί ᾳ Κρητικὴν ὑπολαμβάνω ἐσχηκέναι, καὶ οὕτως ἐπὶ τοῦ ἔργου φανῆναι εὔχομαι, εἰ καὶαι ἀπὸ τῆς πολλῆς κατεργασίας τὰ κρο κύδια πλείονα ἐγένετο τῆς καθαρᾶς. ἐρρῶσθαί σε εὔχομαι καὶ ἐπιστέλλειν περὶ ὧν ἐὰν θέλῃς. ἀσπάζεταί σε Δημή τριος καὶ πάντες οἱ ἐμοὶ καὶ οἱ φίλοι καὶ γνώριμοι. ἔρρωσό μοι, τιμιώτατε. Ἐπειφ β Σερήνωι φίλωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.