no image
DDbDP-text
Census Declaration via HGV-meta
Linked by Trismegistos ID
TM 11983.
Each record below describes this same ancient text from a different angle.
Λοκρητίωι Κεριάλι στρατηγῷ καὶ Πασίωνι βασιλικῷ γραμματεῖ Ἀρσινοείτου Ἡρακλείδου μερίδος καὶ Ἀρείῳ κωμογραμματεῖ καὶ Ἀπολλωνίῳ καὶ Πάτρωνι λαογράφοις κώμης Βακχιάδος. παρὰ Πετεύριος τοῦ Ὥρου τοῦ Ὥρου μητρὸς Ἑριέως τῆς Μεγχείους τῶν ἀπὸ τῆς προκιμένης κώμης. ὑπάρχει ἐμοί τε καὶ τοῖς ἀδελφοῖς μου ἐν τῇ κώμῃ τέταρτον μέρος οἰκίας καὶ αὐλῆς ἐν ᾧ καταγεινόμεθα καὶ ἀπογράφομαι ἐμαυτόν τε καὶἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος ζ ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ κατʼ οἰκίαν ἀπογραφήν. εἰμὶ δὲ Πετεῦρις ὁ προγεγραμμένος δημόσιος γεωργὸς ἐτῶνὡς ἐτῶν μδ ἄσημος καὶ τὸν ἀδελφὸν Ὧρον ἐτῶνὡς ἐτῶν λδ ἄσημον καὶ Ὡρίωνα ἀδελφὸν ἄλλον ἐτῶνὡς ἐτῶν κα ἄσημονκ ἄσημον καὶ τούτου γυναῖκα Θενατῦμιν Χαρίτωνος μητρὸς Ταπετοσίριος ἐτῶνὡς ἐτῶν κε καὶ ἐν τῇ αὐτῇ κώμῃ μέρος οἰκοπέδων. Ἀπολλώνιος λαογράφος κώμης Βακχιάδος Πάτρων λαογράφος διὰ ἘπιμάχουΠετεσούχου γραμματέως κατακεχωρίκαμεν ἔτους η Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Χοιὰκ ε. Ἄρειος κωμογραμματεὺς ἔτους ὀγδόου σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.