no image
DDbDP-text
Census Declaration via HGV-meta
Linked by Trismegistos ID
TM 11984.
Each record below describes this same ancient text from a different angle.
Εὐδήμωι στρατηγῷ καὶ Ἑρμαίωι τῶι καὶ Δρύτωνι βασιλικῷ γραμματεῖ Ἀρσινοείτου Ἡρακλείδου μερίδος καὶ Πτολεμαίωι κωμογραμματεῖ καὶ Αὐνῆι Αὐνείους καὶ Ὀρσενούφει Ὀρσενούφεως λαογράφοις κώμης Βακχιάδος τῆς αὐτῆς μερίδος. παρὰ Ὥρου τοῦ Ὥρου τοῦ Ὥρου μητρὸς Ἑριέως τῆς Μεγχείους ἀπὸ τῆς προγεγραμμένης κώμης Βακχιάδος. ὑπάρχει ἐμοί τε καὶ τῶι ἀδελφῶιτῷ ἀδελφῷ μου Ὡρίωνι ἐν τῆιτῇ κώμηι τέταρτον μέρος οἰκίας καὶ αὐλῆς ἐν ὧι κατα γινόμεθακαταγεινόμεθα, καὶ ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διε ληλυθότος δευτέρου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν. εἰμὶ δὲ Ὧρος ὁ προγεγραμμένος δημόσιος γεωργὸς ἐτῶν μη οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ τὴν γυναῖκά μου Ταπεκῦσιν ὭρουὭρου ἐτῶν με ἄσημον καὶ τὰτὸ ἐξ ἀμφοτέρων τέκνατέκνον Ὧρον υἱὸν ἐτῶν ἄσημον καὶ Ὡρίωνα ἄλλον υἱὸν ἔτους αἐτῶν λα ἄσημον καὶ τὸν προγεγραμμένον μου ἀδελφὸν Ὡρίωνα ἐτῶν λε οὐλὴ μετώπῳμετόπῳ μέσῳ καὶ τὴν τούτου γυναῖκα Θενατῦμιν Χαρίτωνος ὡς ἐτῶν λθλα ἄσημονἄσημος ἧι ὑπάρχει ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς ἐν ᾗ καταγινόμεθακαταγεινόμεθα καὶ τὸν ἐξ ἀμφοτέρων υἱὸν Ὧρον ἔτους α ἄσημον. Ἡρᾶς νομογράφος Βακχιάδος ἔγραψα. κατακεχώρικακατακεχώρικα Ὀρσενοῦφις λαογράφος διὰ Μελανᾶ γραμματέως. κατακεχώρικα Αὐνῆς Αὐνείους λαογράφος διὰ Ἐπιμάχου γραμματέως. ἔτους γ Ἁδριανοῦ τοῦ κυρίου, Παχὼν ι. κατακεχώρικα κωμογραμματεύς. Παχὼν ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.