no image
DDbDP-text
Census Declaration via HGV-meta
Linked by Trismegistos ID
TM 11982.
Each record below describes this same ancient text from a different angle.
Ὥρωι Ἁρυώτου λαογράφῳ Βακχιάδος καὶ Ἀπύνχει Ὀννώφρεως καὶ τοῖς ἄλλοις πρεσβυτέροις παρὰ Πετεύρεως τοῦ Ὥρου τῶν ἀπὸ κώμης Βακχιάδος. ὑπάρχει μοι ἐν τῇ κώμῃ τέταρτον μέρος οἰκίας ἐν ᾧ καταγείνομαι καὶ ἀπο γράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἀπογραφήν. εἰμὶεἰμεὶ δὲ Πετεῦρις Ὥρου τοῦ Ὥρου μητρὸς Ἑριέως τῆς Μενχείους δημόσιος γεωργὸς ὡς ἐτῶν λ ἄσημος καὶ τὴν γυναῖκα Ταπείνην τὴν Ἀπκόιτος ἐτῶν κε καὶ τοὺς ὁμοπατρίους καὶ ὁμομητρίους ἀδελφοὺς Ὧρον ὡς ἐτῶν κ καὶ ὩρίωναὩρίωνο ἄλλον ὡς ἐτῶν ζ. ὑπάρχει δὲ καὶ τῶι ἀδελφῶι τὸ ι τετάρτου μέρους τῆς προκειμένης οἰκίας καὶ αὐλῆς ἐν ᾧ καταγεινόμεθα. Πετεῦρις ὁ προγεγραμμένος ἐπιδέδωκα καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Δομιτιανὸν Σεβαστὸν Γερμανικὸν ἀληθῆ εἶναι τὰ προγεγραμμένα καὶ μηδὲν διεψεῦσθαιδιεψεῦσθα. ἔγραψεν Ἀφροδίσιος γραμματεὺς τῆς κώμης ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Παχὼν ιε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.