no image
DDbDP-text
Subjektsdeklaration (κατ᾿οἰκίαν ἀπογραφή) via HGV-meta
Linked by Trismegistos ID
TM 19334.
Each record below describes this same ancient text from a different angle.
Φιλονείκωι στρατηγῶι Ἡρακλεοπολίτου παρὰ Πετεσούχου Πισοίθιος, μητρὸς Θεναμεννέως τῶν ἀπὸ κώμης Ἀγκυρώνων. ἀπογράφομαι πρὸς τὸ ιϛ ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατὰ τὰ κελευσθέντα ὑπὸ Φλαουίου Τιτιανοῦ τοῦ κρατίστου ἡγεμόνος εἰς τὸ ὑπάρχον μοι ἥμισυ μέρος οἰκίας καὶ προνησίου. εἰμὶ δὲ· ὁ Πετεσοῦχος ἐτῶν κη, ἄσημος, γυνή μου Ταυσῖρις Παρίτιος ἐτῶν κ, Πνεφορῶς υἱὸς ἐπὶ ξένης γεγονὼς ἐτῶν γ, Θενφρωκῶς Ψεναμούνιος Θεναμούνιος μητρὸς Ταυσίριος ἐτῶν ν ὑπάρχει δὲ τῇ Θενφρωκ Ψεναμούνιος ἄλλα μεσιτευθέντα οἰκοδομήματα καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ τύχην παους μηδὲν διεψεῦσθαι μηδʼ ἄλλον εἰς τὴν ἀπογραφὴν μηδένα ἄλλονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.