no image
DDbDP-text
Subjektsdeklaration (κατ᾿οἰκίαν ἀπογραφή) via HGV-meta
Linked by Trismegistos ID
TM 19335.
Each record below describes this same ancient text from a different angle.
Ἰουλίῳ Σατουρνείνῳ στρατηγῷ Ἡρακλεοπολίτου παρὰ Πετεσούχου Πισοίτιος μητρὸς Θεναμεννέως τῶν ἀπὸ κώμης Ἀγκυρώνων. ἀπογράφομαι πρὸς τὸ θ ἔτος Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατὰ τὰ κελευσθέντα ὑπὸ Οὐαλερίου Πρόκλου τοῦ ἡγεμόνος εἰς τὸ ὑπάρχον μοι ἥμισυ μέρος οἰκίας καὶ προνησίου. εἰμὶ δὲ· ὁ Πετεσοῦχος ἐτῶν μβ, ἄσημος, γυνή μου Ταυσῖρις Παρεί τιος ἐτῶν λδ, Πνεφορῶς υἱός μου ἐτῶν ιζ, Ψεναμοῦνις ἄλλος υἱός μου ἐτῶν ε, ἄσημος. Πνεφορο͂ς αὐτοῦ υἱὸς γενόμενος ιζ ἐτῶν ἐπὶ ξένης. ὑπάρχει δέ μοι ἐν τῇ αὐτῇ κώμῃ ἕτερα οἰκοδομήματα καὶ τῇ γυναι κί μου Ταυσίρι ἕτερα οἰκοδομήματα. καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς τύχην καὶ τὸν τοῦ νομοῦ θεὸν Ἡρακλέα ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μηδὲν διεψεῦσθαι μηδὲ παραλελοιπέναι τινα ὀφειλόμενον ὑπʼ ἐμοῦ ἀπογραφῆναι μηδὲ ὁμώνυμον κεχρηματικέναι μηδέ τινα ἀντιπαρα στῆσαι τῇ ἐπικρίσειἐπικρίσι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ι Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Φαμενὼθ ιε. Μαρεῖς διʼ Ἀλφύγχιος Φιβ, Οὐη Ἁρψήμιος καὶ Παχνοῦβις Ἐπρος ιοσφοσσίων Ἰσιδώρου κωμογραμματεὺς διὰ Πανᾶτος σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.