no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 21362.
Each record below describes this same ancient text from a different angle.
ἐμίσθωσεν Αὐρήλιος Πλούταρχος ὁ καὶ Ἀμμώ νιος γυμνασιαρχήσας βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγ χειτῶν πόλεως Αὐρηλίῳ Κοπρεῖ Παποντῶτος μη τρὸς Θεωνίδος ἀπὸ τῆς αὐτῆς πόλεως κωμαστῇ προτομῶν τοῦ κυρίου ἡμῶν Πρόβου Σεβαστοῦ καὶ ΝίκηςΝείκης αὐτοῦ πρὸς μό νον τὸ ἐνεστὸς η ἔτος ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ περὶ τὸ Ἰσῖον Παγγᾶ τὰς ἐξ ἀπηλιώτου κτήματος Νέπωτος ἐν τόπῳ κα λουμένῳ Πεκλβθ ἐν δυσὶ τόποις ἀρούρας ἐκ γεωμετρίας ὥστε ταύ τας καταθεῖναι ἐν λινο καλάμῃ, φόρου κατʼ ἄρου ραν ἀνὰ δραχμὰς χιλί ας ἑξακοσίας . βεβαιουμέ νης δὲ τῆς μισθώσεως ἀκίνδυνος ὁ φόρος παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄν των πρὸς τὸν γεοῦχον κυριεύοντα τῶν καρ πῶν ἕως τὸν φόρον ἀπολάβῃ. ἐπάναγκες ἀπο δότω ὁ μεμισθωμένος τὸν φόρον τῷ Ἐπεὶφ μη νὶ τοῦ ἐνεστῶτος η ἔτους ἀνυ περθέτως, τῆς πράξεως οὔσης παρά τε τοῦ μεμι σθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων ὡς καθήκει. κυρία ἡ μίσθωσις περὶ ἧς ἐπερωτηθεὶς ὁ μεμι σθωμένος ὡμολόγησεν. ἔτους η Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Γοθεικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι. Αὐρήλιος Πλού ταρχος ἔσχον τούτου τὸ ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.