no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 1573.
Each record below describes this same ancient text from a different angle.
Παταικίων Ζήνωνι χαί ρειν. ἀκηκόαμεν παρὰ Πύρρου τοὺς αἰπόλους ἀ ναχωρεῖν. τὸν μὲν οὖν Λι μναῖον ἔφη ἤδη ἀπεληλυ θέναι, Δημήτριον δὲ πρὸς τούτωι εἶναι. καὶ πε ρὶ Ἑρμίου δὲ ἔφη παρακη κοέναι. γέγραφα οὖν σοι ἵνα εἰδῆις. σὺ οὖν φρόντισον περὶ τούτων ὥς σοι δοκεῖ. ἔρρωσο. ἔτους δ, Χοίαχ κδ. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.